TLG 9004 001 :: ANONYMI IN ARISTOTELIS LIBRUM ALTERUM ANALYTICORUM POSTERIORUM COMMENTARIUM :: Anonymi in analyticorum posteriorum librum alterum commentarium ANONYMI IN ARISTOTELIS LIBRUM ALTERUM ANALYTICORUM POSTERIORUM COMMENTARIUM Phil. Anonymi in analyticorum posteriorum librum alterum commentarium Citation: Volume — page — (line) | ||
13,3547(1t) | ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟ ΔΕΥΤΕΡΟΝ ΤΩΝ ΥΣΤΕΡΩΝ | |
2t | ΑΝΑΛΥΤΙΚΩΝ. | |
---|---|---|
3n | p. 89b23 Τὰ ζητούμενά ἐστιν ἴσα τὸν ἀριθμὸν ὅσαπερ ἐπι‐ | |
4n | στάμεθα. | |
5 | Ὅτι φύσει πρότερον τὸ εἰ ἔστι τοῦ ὅτι ἔστιν· ὁ γὰρ τὸ ὅτι ὑπάρ‐ χει τόδε τῷδε ζητῶν, ὡς ὁμολογούμενον ἤδη εἶναι τὸ ὑποκείμενον περὶ οὗ ζητεῖ, 〈ζητεῖ〉 εἰ ὑπάρχει αὐτῷ τι ἢ μή. τὸ δὲ ὅσαπερ ἐπιστάμεθα ἀντὶ τοῦ ‘ὅσων ἐπιστήμην λαμβάνομεν‘ οὐ γὰρ ἃ ἐπιστάμεθα ζητοῦμεν, ἀλλ’ ἃ γνῶναι θέλομεν. | |
10n | p. 89b25 Ὅταν μὲν γὰρ πότερον τόδε ἢ τόδε ζητῶμεν εἰς ἀριθ‐ | |
11n | μὸν θέντες, οἷον πότερον ἐκλείπει ὁ ἥλιος ἢ οὔ, τὸ ὅτι ζητοῦμεν. | |
12 | Ὅτι τέτταρα τὰ ζητούμενα, ἃ εὑρόντες γινώσκομεν εἰ ἔστι, τί ἐστιν, ὅτι ἔστι, διότι ἐστίν. ἢ γὰρ τὴν ὕπαρξιν καὶ τὴν οὐσίαν ζητοῦμέν τινος ἁπλῶς, εἰ ἔστιν ἢ μή· γνόντες δ’ ὅτι ἔστι τὸ τί ἐστι ζητοῦμεν. ἢ τὸ | |
15 | ὑπάρχον τινὶ καὶ κατηγορούμενον, τουτέστι πότερον τόδε ἢ τόδε, ζητοῦμεν, οἷον πότερον ἐκλείπει ὁ ἥλιος ἢ οὔ· μαθόντες δὲ τὸ ὅτι τὸ διότι τότε ζητοῦμεν καὶ τὴν αἰτίαν. τούτων οὖν τῶν τεσσάρων τὸ μὲν εἰ ἔστι καὶ τὸ τί ἐστιν ἐν τοῖς ἁπλοῖς καὶ ἀσυμπλόκοις ζητοῦμεν, τὸ δὲ ὅτι καὶ τὸ | |
διότι ἐν τοῖς συμπεπλεγμένοις, τουτέστιν ὅτι ὑπάρχει τί τινι ἢ μὴ ὑπάρχει | 547 | |
13,3548 | καὶ διότι ὑπάρχει ἢ μὴ ὑπάρχει. ἐν πάσαις δὲ ταύταις ταῖς ζητήσεσι τὸ μέσον ζητεῖται ἤτοι τὸ αἴτιον. ἀλλ’ ἐν μὲν τῇ εἰ ἔστι καὶ ὅτι ἔστι ζη‐ τεῖται εἰ ἄρα ἔστι μέσον ἢ οὔ· ἐν δὲ τῇ τί ἐστι καὶ διότι τί τὸ μέσον ζητεῖται. καὶ τὰ διαλεκτικὰ δὲ προβλήματα ζητούμενά τινα ὄντα καὶ αὐτὰ | |
5 | τῇ τῶν ζητουμένων διαιρέσει τῇ νῦν εἰρημένῃ ὑπάγεται· πάντα γάρ, τά τε ἀπὸ τοῦ γένους καὶ τοῦ ἰδίου καὶ τοῦ συμβεβηκότος καὶ τοῦ ὁρισμοῦ, ἐν τῷ εἴδει τῶν ζητουμένων τῷ ὅτι ἐστί. δύο γάρ τινα λαβόντες ἐπὶ πάντων αὐτῶν ζητοῦμεν εἰ τὸ ἕτερον τῷ ἑτέρῳ ὑπάρχει· καὶ γὰρ περὶ τῶν ὁρι‐ σμῶν οὕτω ζητοῦμεν, εἰ ἔστιν ὁρισμὸς ὅδε τοῦδε. | |
10n | p. 89b31 Ἔνια δ’ ἄλλον τρόπον ζητοῦμεν, οἷον εἰ ἔστιν ἢ μὴ | |
11n | ἔστι κένταυρος ἢ θεός. | |
12 | Ὁ μὲν γὰρ ζητῶν, εἰ κένταυρος ἔστιν, ἁπλῶς ζητεῖ περὶ τῆς τοῦ κενταύρου ὑπάρξεως, καὶ τοῦτό ἐστι τὸ εἰ ἔστιν· ὁ δὲ ζητῶν, εἰ λευκὸς ὁ κένταυρος, οὐκέτι ἁπλῶς τοῦ πράγματος ποιεῖται τὴν ζήτησιν, ἀλλὰ τὸ | |
15 | ὅτι ζητεῖ ἀριθμόν τινα τῶν ζητουμένων ἔχων. | |
16n | p. 89b33 Τὸ δὲ εἰ ἔστιν ἢ μὴ ἁπλῶς λέγω. | |
17 | Εἰπὼν τὸ εἰ ἔστι τὸ ἁπλῶς προσέθηκε δεικνὺς αὐτοῦ τὴν διαφορὰν τὴν πρὸς τὸ ὅτι ἔστιν, ὃ εἶπεν ‘ἐν ἀριθμῷ‘ καὶ ‘οὐχ ἁπλῶσ‘. | |
19n | p. 89b38 Ἆρ’ ἔστι μέσον αὐτοῦ ἢ οὐκ ἔστιν. | |
20 | Ὅτι τὸ μὲν ὅτι ἔστι καὶ εἰ ἔστι ζητοῦντες εἰ ἔστι μέσον ζητοῦμεν, τὸ δὲ διότι ἐστὶ καὶ τί ἐστι τί τὸ μέσον ζητοῦμεν. | |
22n | p. 89b38 Ὅταν δὲ γνόντες ἢ τὸ ὅτι ἢ εἰ ἔστιν. | |
23 | Πάλιν τὴν διαφορὰν τοῦ ὅτι ἔστι καὶ τοῦ εἰ ἔστιν ἐδήλωσεν [ἐν] τῇ προσθέσει τοῦ ἐπὶ μέρους ἢ ἁπλῶς. ὁ μὲν γὰρ ζητῶν περὶ τῆς οὐ‐ | |
25 | σίας τινός, οἷον ἆρα ἔστι κενόν, ἁπλῶς περὶ τοῦ ὑποκειμένου πράγματος ἑνὸς ὄντος τὴν ζήτησιν ποιεῖται· ὁ δὲ τὸ ὅτι ζητῶν μεμερισμένην εἰς | |
πλείω τὴν ζήτησιν ἔχει. ἤτοι οὖν ἐπὶ μέρους εἶπε τὸ μεμερισμένον, ὃ | 548 | |
13,3549 | εἶπεν ἐν ἀρχῇ “εἰς ἀριθμὸν θέντες”, ἢ ἐπὶ μέρους φησίν, ὅτι ὁ ζητῶν, εἰ τόδε τῷδε ὑπάρχει, ζητεῖ εἰ τοῦτο τούτου τί ἐστιν. ὁ γὰρ ζητῶν, εἰ ὁ ἄνθρωπος ζῷόν ἐστι, ζητεῖ εἰ τὸ ζῷόν τι τοῦ ἀνθρώπου ἐστί· καὶ γὰρ τὸ γένος τί ἐστιν οὗ ἐστι γένος. ἀλλὰ καὶ ὁ ζητῶν, εἰ ἡ χιὼν λευκή, ζητεῖ | |
5 | εἰ τῆς χιόνος τι τὸ λευκόν ἐστι· καὶ γὰρ τὸ συμβεβηκὸς ἐκείνου ἐστὶν ᾧ συμβέβηκεν. ἀλλὰ καὶ ὁ ζητῶν, εἰ ἡ σελήνη ἐκλείπει, ζητεῖ εἴ τι τῆς σελήνης ἡ ἔκλειψις, εἰ γὰρ πάθος ἐστὶν αὐτῆς. | |
8n | p. 90a2 Λέγω δὲ τὸ ὅτι ἢ εἰ ἔστιν ἐπὶ μέρους καὶ ἁπλῶς. | |
9 | Ὅτι τὸ ὅτι ἢ 〈εἰ ἔστιν ἢ〉 ἐπὶ μέρους ἢ ἁπλῶς. καὶ τὸ μὲν ἐπὶ | |
10 | μέρους τὸ ὅτι ἔστι ζητεῖ, τὸ δὲ ἁπλῶς τὸ εἰ ἔστιν. | |
11n | p. 90a5 Συμβαίνει ἄρα ἐν ἁπάσαις ταῖς ζητήσεσι. | |
12 | Ὅτι ἐν ταῖς τέσσαρσι ζητήσεσι τὸ αἴτιον ζητεῖται, ὅπερ μέσον ἐστίν· ἀλλ’ ἐπὶ μὲν τοῦ ὅτι ἔστι καὶ εἰ ἔστι τὸ εἰ ἔστιν αἴτιον ζητεῖται, ἐπὶ δὲ τοῦ τί ἐστι καὶ διὰ τί ἐστι τί τὸ αἴτιον. | |
15n | p. 90a9 Τὸ γὰρ αἴτιον τοῦ εἶναι μὴ τοδὶ ἢ τοδί. | |
16 | Ὅτι καὶ ἐπὶ τοῦ τί ἐστιν, ὃ ἐδήλωσε διὰ τοῦ εἰπεῖν τὸ γὰρ αἴτιον τοῦ εἶναι μὴ τοδὶ ἢ τοδὶ ἀλλ’ ἁπλῶς τὴν οὐσίαν, καὶ πάλιν ἐπὶ τοῦ διὰ τί ἐστιν, ὃ καὶ αὐτὸ ἐδήλωσε διὰ τοῦ εἰπεῖν ἢ τὸ μὴ ἁπλῶς ἀλλά τι τῶν καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκός, τὸ τί ἐστι τὸ αἴτιον ζητεῖται ἢ | |
20 | τοῦ εἶναι ἁπλῶς τὸ πρᾶγμα ἢ τοῦ ὑπάρχειν τὸ ἕτερον τῷ ἑτέρῳ. ἁπλῶς δὲ λέγει τὸ ὑποκείμενον, οὐχ ἁπλῶς δὲ ἀλλὰ τινὰ ὄντα τὰ συμβεβηκότα τε καὶ κατηγορούμενα. | |
23n | p. 90a14 Ἐν ἅπασι γὰρ τούτοις φανερόν. | |
24 | Ἐν ἅπασί φησι τούτοις, ἃ ἦν οὐ τῶν καθ’ αὑτὸ ὄντων ἀλλὰ τῶν | |
25 | ἄλλοις ὑπαρχόντων, φανερὸν εἶναι ὅτι ταὐτόν ἐστιν ἐπ’ αὐτῶν τὸ τί ἐστι καὶ διὰ τί ἐστι. καὶ δείκνυσιν αὐτὸ οὕτως ἔχον τῷ ὁρισμῷ τῷ ἑκάστου | |
αὐτῶν ποτὲ μὲν τὸ τί ἐστι ποτὲ δὲ τὸ διὰ τί ἐστι προστιθεὶς καὶ δεικνὺς | 549 | |
13,3550 | ἐφαρμόζον αὐτῷ καὶ τὸ διὰ τί ἐστιν. εἰ δὲ τὸ διὰ τί ἐστιν ἐφαρμόζει τῷ τί ἐστιν, εἴη ἂν καὶ ἡ τοῦ τί ἐστι ζήτησις μέσου ζήτησις, ὅταν εἰς τὴν δεῖξιν τοῦ διὰ τί ἐστι παραλαμβάνηται, ὅταν δὲ αὐτοῦ χάριν λαμβάνηται, αἰτίας μόνον, οὐ δι’ ἣν ἄλλο ἄλλῳ ὑπάρχει, ἀλλὰ δι’ ἣν τοῦτό ἐστι. | |
5n | p. 90a21 Ἆρ’ ἔστι συμφωνεῖν τὸ ὀξὺ καὶ τὸ βαρύ; ἆρ’ ἔστιν ἐν | |
6n | ἀριθμοῖς ὁ λόγος αὐτῶν; | |
7 | Δείξας ἑκάστου τῶν ἐν ἄλλοις ὑπαρχόντων τὸ τί ἐστι καὶ αἴτιον εἶναι αὐτῷ 〈τοῦ〉 ὑπάρχειν τινὶ καὶ ὅλως τοῦ εἶναι, ἑξῆς παράδειγμα παρατίθεται τοῦ εἰ ἔστι ζητήματος, δεικνὺς ὅτι 〈ὁ τὸ〉 εἰ ἔστι τι ζητῶν ζητεῖ εἰ μέσον | |
10 | ἐστί τι αὐτοῦ ὃ αἴτιόν ἐστιν αὐτῷ τοῦ εἶναι. ὁ δὲ λόγος ὁ αὐτὸς καὶ ἐπὶ τοῦ ὅτι ἔστιν. ὁ γὰρ ζητῶν, ἆρα ἔστι συμφωνεῖν τὸ ὀξὺ καὶ τὸ βαρύ, ζητεῖ μὲν εἰ ἔστι συμφωνία ὀξέος καὶ βαρέος· ἔστι δ’ ὃ ζητεῖ ἆρ’ ἔστιν ἐν ἀριθμῷ ὁ λόγος, ὃς λόγος καὶ αἴτιος τοῦ συμφωνεῖν τὸ ὀξὺ καὶ τὸ βαρὺ γίνεται. ἐν ἀμφοτέροις μὲν οὖν, καὶ ἐν τῷ εἰ ἔστι καὶ ἐν | |
15 | τῷ ὅτι ἔστι, τὸ ζητούμενόν ἐστιν εἰ ἔστι τι μέσον καὶ αἴτιον· ἀλλ’ ἐπὶ μὲν τοῦ ὅτι ἔστι ζητοῦμεν εἰ ἔστιν αἴτιον τοῦ τὸ ἕτερον τῷ ἑτέρῳ ὑπάρ‐ χειν, ἐπὶ δὲ τοῦ εἰ ἔστιν εἰ [ἔστι] τὸ αὐτὸ τοῦτο, ὃ αἴτιον ὑπάρχει, καὶ αὐτὸ τῶν ὄντων τί ἐστι καὶ αὐτό ἐστι. | |
19n | p. 90a24 Ὅτι δ’ ἐστὶ τοῦ μέσου ἡ ζήτησις, δηλοῖ ὅσων τὸ μέσον | |
20n | αἰσθητόν. | |
21 | Τὸ τοῦ μέσου τὴν ζήτησιν εἶναι ἐν πᾶσι τοῖς ζητουμένοις (ἐν οἷς μὲν γὰρ ζητοῦμεν, εἰ ἔστι τι μέσον, ἐν οἷς δὲ τί ἐστιν ἢ διὰ τί ἐστιν· εἰς γὰρ ταῦτα πᾶσα ζήτησις ὑπάγεται· καὶ γὰρ τὸ ὅτι ὑπὸ τὸ εἰ ἔστι) πιστοῦται ἀπὸ τούτων ὧν τὸ μέσον αἰσθητόν ἐστιν. ἐπὶ τούτων γὰρ μὴ αἰσθα‐ | |
25 | νόμενοι μὲν τοῦ μέσου καὶ τὸ ὅτι ἔστι καὶ τὸ διὰ τί ἐστι ζητοῦμεν, ὁ‐ | |
μοίως καὶ τὸ τί ἐστιν· αἰσθανόμενοι δὲ οὐδὲν ἔτι ζητοῦμεν· ἐκ γὰρ τῶν | 550 | |
13,3551 | πολλάκις τῇ αἰσθήσει φανερῶν ἡ διάνοια κατὰ τὴν ἐν αὐτοῖς ὁμοιότητα ἀθροίζει τὰ καθόλου. | |
3n | p. 90a31 Ὥσπερ οὖν λέγομεν, τὸ τί ἐστιν εἰδέναι ταὐτό ἐστι. | |
4 | Ὅτι ταὐτόν ἐστι τὸ τί ἐστιν εἰδέναι καὶ τὸ διὰ τί ἐστι. μνη‐ | |
5 | μονεύσας δὲ τοῦ διὰ τί καθόλου καὶ κοινῶς περὶ αὐτοῦ λέγει ὅτι διττὴ ἡ περὶ τοῦ διὰ τί ζήτησις. ἢ γὰρ ἁπλῶς ζητεῖται καὶ οὐκ ἐν ὑπάρξει ἄλλου, ἀλλ’ ὡς ἐπὶ τῆς τοῦ τί ἐστι ζητήσεως, ἢ τῶν ὑπαρχόντων τισὶ τὸ διὰ τί ζητεῖται, ὥσπερ ἐφ’ ὧν παρέθετο παραδειγμάτων, διὰ τί δύο ὀρθαῖς ἴσαι αἱ τοῦ τριγώνου γωνίαι, καὶ διὰ τί ἡ ἶρις οὐ μείζων ἡμικυκλίου. | |
10n | p. 90a32 Τοῦτο δ’ ἢ ἁπλῶς καὶ μὴ τῶν ὑπαρχόντων τι. | |
11 | Ἔοικε διὰ τούτων λέγειν ὅτι καὶ ἐπὶ τῶν ἁπλῶς τὸ τί ἐστιν αἴτιόν ἐστιν αὐτοῖς τοῦ εἶναι, οἷον τί ἐστι τρίγωνον· τοῦτο γὰρ αἴτιον τοῦ εἶναι τῷ τριγώνῳ. | |
14n | p. 90a38 Ἀρχὴ δὲ ἔστω τῶν μελλόντων, ἥπερ ἐστὶν οἰκειοτάτη | |
15n | τῶν ἐχομένων λόγων. | |
16 | Μέλλει γὰρ προελθὼν ζητεῖν εἰ τὸ τί ἐστι καὶ ὁ ὁρισμὸς δείκνυται διὰ συλλογισμοῦ. οἰκεῖον δὲ τούτῳ τὸ περὶ οὗ νῦν ἀπορεῖ, ὅ ἐστιν εἰ οἷόν τε τὸ αὐτό τι ἅμα κατὰ τὸ αὐτὸ καὶ δι’ ὁρισμοῦ καὶ δι’ ἀποδείξεως εἰδέ‐ ναι, ὡς πᾶν τὸ διὰ τοῦ ἑτέρου αὐτῶν γινωσκόμενον καὶ διὰ τοῦ ἑτέρου | |
20 | γινώσκεσθαι ἅμα δύνασθαι. | |
21n | p. 90b1 Ἀπορήσειε γὰρ ἄν τις ἆρ’ ἔστι τὸ αὐτὸ καὶ κατὰ τὸ αὐτό. | |
22 | Τὸ κατὰ τὸ αὐτὸ προσέθηκεν, ὅτι ἔνδοξον περί τινος τοῦ αὐτοῦ γνῶσιν ἡμᾶς ἔχειν κατ’ ἄλλο μὲν δι’ ὁρισμοῦ, κατ’ ἄλλο δὲ δι’ ἀποδεί‐ ξεως· τοῦ γὰρ τριγώνου τί μέν ἐστι δι’ ὁρισμοῦ γνῶσιν ἔχομεν, ὅτι δὲ | |
25 | δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς γωνίας, δι’ ἀποδείξεως. ἀλλ’ οὐ περὶ τούτου | 551 |
13,3552 | ἡ ζήτησις, ἀλλ’ εἰ ἑκάτερον τούτων καὶ δι’ ὁρισμοῦ καὶ δι’ ἀποδείξεως ἔστι γινώσκειν. | |
3n | p. 90b3 Ὁ μὲν γὰρ ὁρισμὸς τοῦ τί ἐστιν εἶναι δοκεῖ, τὸ δὲ τί | |
4n | ἐστιν ἅπαν καθόλου καὶ κατηγορικόν. | |
5 | Ὅτι μὴ πᾶν τὸ συλλογισμῷ δεικνύμενον καὶ δι’ ὁρισμοῦ δείκνυται· οἱ μὲν γὰρ ὁρισμοὶ καθόλου καταφατικοί, οἱ δὲ συλλογισμοὶ οἱ μὲν ἐν δευτέρῳ σχήματι στερητικοί, οἱ δὲ ἐν τρίτῳ μερικοί. | |
8n | p. 90b8 Οἷον ὅτι πᾶν τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει. | |
9 | Πᾶν τρίγωνον τὰς ἐντὸς τρεῖς γωνίας δυσὶ ταῖς ἐφεξῆς ἴσας ἔχει, πᾶν | |
10 | τὸ δυσὶ ταῖς ἐφεξῆς ἴσας ἔχον τὰς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει, πᾶν ἄρα τρίγωνον τὰς ἐντὸς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει. | |
12n | p. 90b9 Τούτου δὲ λόγος ὅτι τὸ ἐπίστασθαί ἐστιν. | |
13 | Ὅτι μὴ οἷόν τε τὸ αὐτὸ κατὰ τὸ αὐτὸ ὁρισμῷ τε καὶ ἀποδείξει εἰδέναι μηδ’ ἔστι τούτων, ὧν ἀπόδειξίς ἐστι, δι’ ὁρισμοῦ γνῶσις. | |
15n | p. 90b18 Ὅτι μὲν οὖν οὐκ ἔστιν ὁρισμὸς ἅπαντος οὗπερ καὶ | |
16n | ἀπόδειξις, δῆλον. τί δέ, οὗ ὁρισμός, ἆρα παντὸς ἀπόδειξίς ἐστιν | |
17n | ἢ οὔ; | |
18 | Δείξας, ὅτι μὴ ἔστιν οὗ ἀπόδειξίς ἐστι καὶ ὁρισμός, νῦν ἀντιστρέψας δείκνυσιν ὡς οὐ καθόλου δεδειχὼς ὅτι οὗ ἐστιν ἀπόδειξις, τούτου οὐκ ἔστιν | |
20 | ὁρισμός. καίτοι διὰ τοῦ εἰπεῖν ἱκανὴ δὲ πίστις καὶ ἐκ τῆς ἐπα‐ γωγῆς· οὐδὲν γὰρ πώποτε ὁρισάμενοι ἔγνωμεν, οὔτε τῶν καθ’ αὑτὸ ὑπαρχόντων οὔτε τῶν συμβεβηκότων καθόλου δοκεῖ πεποιηκέναι τὸν λόγον. ἔστι δὲ ὃ ἀντιστρέψας δείκνυσιν ὅτι μηδὲ παντὸς οὗ ὁρισμός, τούτου καὶ ἀπόδειξις. ἐπὶ δὲ τούτοις δείξει ὅτι μηδ’ ὅλως κατὰ τὸ αὐτό | |
25 | τι ἔστι καὶ δι’ ἀποδείξεως καὶ δι’ ὁρισμοῦ εἰδέναι· ὁ γὰρ ὁρισμὸς οὐδὲν ἄλλο ἄλλῳ ὑπάρχον δείκνυσιν, οὔτε τῶν καθ’ αὑτὸ οὔτε τῶν κατὰ | |
συμβεβηκός, ὧν ὁ συλλογισμὸς δεικτικός. | 552 | |
13,3553(1n) | p. 90b21 Ὥστ’ εἴπερ τὸ ἐπίστασθαι τὸ ἀποδεικτόν ἐστι τὸ τὴν | |
2n | ἀπόδειξιν ἔχειν, συμβήσεταί τι ἀδύνατον. | |
3 | Ὅτι μὴ οἷόν τε τοῦ αὐτοῦ ἐπιστήμην ἔχειν δι’ ἀποδείξεώς τε καὶ ὁρισμοῦ. εἰ γὰρ τοῦ ἀποδεικτοῦ ἐπιστήμη ἡ δι’ ἀποδείξεως γνῶσις, εἰ εἴη | |
5 | πᾶν τὸ δι’ ὁρισμοῦ γνωστὸν καὶ δι’ ἀποδείξεως, ἀποδεικτὸν μὲν ἂν εἴη· ἐνδέχοιτο δ’ ἂν αὐτὸ καὶ χωρὶς ἀποδείξεως εἰδέναι ἔχοντα αὐτοῦ τὸν ὁρισμόν, ἐπειδὴ καὶ ἡ δι’ ὁρισμοῦ γνῶσις ἐπιστημονική. ἔτι αἱ ἀρχαὶ τῶν ἀποδείξεων ἀναπόδεικτοι· οἱ δὲ ὁρισμοὶ ἀρχαὶ τῶν ἀποδείξεων. | |
9n | p. 90b38 Ἔτι ἕτερον τὸ τί ἐστι καὶ τὸ ὅτι ἔστι δεῖξαι. ὁ μὲν οὖν | |
10n | ὁρισμὸς τί ἐστι δηλοῖ, ἡ δὲ ἀπόδειξις ὅτι ἢ ἔστι τόδε κατὰ | |
11n | τοῦδε ἢ οὐκ ἔστι. | |
12 | Πρῶτον ἔδειξεν ὅτι ἑτέρων ἐστὶν ἥ τε ἀπόδειξις καὶ ἡ δι’ ὁρισμοῦ γνῶσις. νῦν δὲ προσαποδείκνυσιν ὅτι καὶ ἕτεραι, ἀποδεικνὺς ὅτι μηδ’ ὅλως ἐστὶν ἀποδεικτικὴ ἡ ὁριστική· ἐδύνατο γὰρ ὅσον ἐπὶ τοῖς πρώτοις κειμένοις | |
15 | ἑτέρων μὲν εἶναι, ἀποδεικτικὴ μέντοι καὶ αὐτὴ εἶναι. | |
16n | p. 91a7 Φανερὸν ἄρα ὅτι οὔτε οὗ ὁρισμός, τούτου πάντως ἀπό‐ | |
17n | δειξις, οὔτε οὗ ἀπόδειξις, τούτου πάντως ὁρισμός. | |
18 | Ὅτι ἀδύνατον ὁρισμοῦ ἀπόδειξιν γενέσθαι, δοκεῖ πως ἤδη διὰ τῶν εἰρημένων δεδεῖχθαι. ὅτι γὰρ μηδενὸς τοῦ αὐτοῦ δι’ ὁρισμοῦ τε καὶ ἀπο‐ | |
20 | δείξεως ἡ δεῖξις, προεῖπεν, ὅτι οὐ γάρ ἐστιν ἀπόδειξις οὗ ὁρισμός· ὁ μὲν γὰρ ὁρισμὸς τοῦ τί ἐστι καὶ οὐσίας, ἡ δ’ ἀπόδειξις τοῦ ὅτι ἔστιν ἀλλ’ οὐ τοῦ τί ἐστι· καὶ ὁ μὲν ὁρισμὸς δεῖξις τῆς οὐσίας, αἱ δ’ ἀποδείξεις οὐ τὴν οὐσίαν δεικνύουσι· καὶ ὁ μὲν ὁρισμὸς ἀρχὴ ἀποδείξεως, ἡ δὲ ἀρχὴ τῆς ἀποδείξεως οὐκ ἀποδεικτή. εἰ δὴ ταῦτα ὑγιῆ, οὐκ ἂν εἴη ὁρισμοῦ ἀπό‐ | |
25 | δειξις· ἕπεται γὰρ τοῦτο κἀκείνοις. ὃ εἰ καὶ διά τινων ἐπιχειρήσεων δοκεῖ πως δεδεῖχθαι, ἀλλ’ ἄλλο τοῦτο τὸ πρόβλημα ἐκείνων καὶ ἄλλης δείξεως δεόμεθα. ἐπ’ ἐκείνων μὲν γὰρ ἐζητεῖτο εἰ τοῦ αὐτοῦ δύναται γνῶσις καὶ δι’ ἀποδείξεως καὶ δι’ ὁρισμοῦ γίνεσθαι· νῦν δ’ εἰ ἔστι τὸν ὁρισμόν τινος | |
δι’ ἀποδείξεως δεῖξαι ὑπάρχοντα αὐτῷ. | 553 | |
13,3554(1n) | p. 91a14 Ὁ μὲν γὰρ συλλογισμός τι κατά τινος δείκνυσι διὰ τοῦ | |
2n | μέσου· τὸ δὲ τί ἐστιν. | |
3 | Ὅτι τοῦ τί ἐστιν οὐκ ἔστι συλλογισμὸς καὶ ἀπόδειξις, ὅτι ὁ ὁρισμὸς ἴδιόν ἐστιν ἐν τῷ τί ἐστι κατηγορούμενον· τὸ γὰρ ἄλλως ἴδιον συμβεβηκὸς | |
5 | καὶ οὐκ ἐν τῷ τί ἐστι κατηγορούμενον. | |
6n | p. 91a24 Τὸ δὲ τί ἐστιν ἄμφω ταῦτα ἕξει· ἔσται ἄρα καὶ τὸ Β | |
7n | κατὰ τοῦ Γ, τὸ τί ἐστιν. | |
8 | Δείξας ὅτι δεῖ ἐν ἀμφοτέραις ταῖς προτάσεσιν εἶναι τὸ τί ἐστι, τουτέστι τὸν ὁρισμόν, ἐπήνεγκε τὸ δὲ τί ἐστιν ἄμφω ταῦτα ἔχει, τῷ ‘δέ‘ ἀντὶ | |
10 | τοῦ ‘δή‘ χρησάμενος. ἔστιν οὖν τὸ λεγόμενον· τὸ δὴ τί ἐστιν ἄμφω ταῦτα ἕξει, τό τε ΑΒ καὶ τὸ ΒΓ δηλονότι· οὐ γὰρ μόνη ἡ ΑΒ πρότασις ἀλλὰ καὶ ἡ ΒΓ ἕξει τὸ τί ἐστι. δείξας δὲ ταῦτα τὸ ἑπόμενον αὐτοῖς ἄτοπον ἐπιφέρει λέγων | |
14n | p. 91a25 Εἰ δὴ τὸ τί ἐστι καὶ τὸ τί ἦν εἶναι ἄμφω ἔχει, ἐπὶ τοῦ | |
15n | μέσου ἔσται πρότερον. | |
16 | Ὅτι μὲν τὸ τί ἐστιν ἀντὶ τοῦ τί ἦν εἶναι καὶ τοῦ ὁρισμοῦ ἔλαβεν, ἐδήλωσε διὰ τοῦ προσθεῖναι τῷ τί ἐστι τὸ τί ἦν εἶναι· τὸ γὰρ οὕτως ἐν τῷ τί ἐστιν ὡς τὸ τί ἦν εἶναι κατηγορούμενον δεῖ ἐν ἀμφοτέραις εἰλῆφθαι ταῖς προτάσεσιν. ἀλλ’ εἰ τοῦτο, τὸ Α πρῶτον ὁρισμὸς [διὰ] τοῦ Β, εἰ διὰ τούτου | |
20 | δεικνύοιτο τοῦ Γ ὁρισμὸς ὄν. καὶ τοῦτο μὲν οὖν ἄτοπον. εἰ μὲν γὰρ τὸ Β ἄλλο τοῦ Γ, τὸ Α πλειόνων ὁρισμὸς ἂν εἴη, ὅπερ ἀδύνατον. εἰ δὲ ταὐτὸν εἴη τὸ Β τῷ Γ τὸ ἐν ἀρχῇ λήψεται· βουλόμενος γὰρ δεῖξαι τὸ Α ὂν ὁρισμὸν τοῦ Γ λαμβάνει αὐτὸ ὁρισμὸν εἶναι τοῦ Β, ὅ ἐστι ταὐτὸν τῷ Γ, ἢ ὡς ἐρεῖ ἔτι σαφέστερον, βουλόμενος δεῖξαι, ὅτι ὁρισμοῦ ἀπόδειξις ἔστιν, | |
25 | ἔλαβε χωρὶς ἀποδείξεως τὸ Α τοῦ Β ὁρισμὸν εἶναι. ἕπεται μὲν οὖν καὶ ταῦτα. ὃ δὲ δείκνυσίν 〈ἐστιν〉 ὅτι ὁ οὕτως ἀποδεικνὺς οὗ βούλεται δι’ ἀποδείξεως τὸν ὁρισμὸν λαβεῖν, τούτου χωρὶς ἀποδείξεως εἶναί τινα ὁρισμὸν λαμβάνει. εἰ γὰρ λήψεται τὸ Α κατὰ τοῦ Β ὡς ὁρισμὸν καὶ ἐν τῷ τί ἦν εἶναι καὶ | |
τὸ Β ὁμοίως τοῦ Γ ὁρισμόν, δῆλον ὅτι καὶ τὸ Β ὁρισμόν τινα καὶ λόγον | 554 | |
13,3555 | λήψεται· οὕτω γὰρ ἔσται τὸ Β τοῦ Γ τί ἦν εἶναι. τοῦτο δ’ ἐβούλετο δεῖξαι τὸ τί ἦν εἶναι τοῦ Γ δι’ ἀποδείξεως δεικνύμενον. ὃ οὖν βούλεται δεῖξαι, ἔλαβε· λαμβάνει γὰρ τὸ Β τοῦ Γ ὁρισμὸν εἶναι. | |
4n | p. 91a30 Τούτου δ’ ἔσται ἄλλος λόγος. | |
5 | Ἢ τούτου, τοῦ Α, ἔσται ἄλλος λόγος ἤτοι ὁρισμός, τὸ Β, ἢ τούτου, τοῦ ΓΒ, πάλιν ἔσται ἄλλος λόγος μέσος ὁ δυνάμενος δεῖξαι ὅτι τὸ Β τοῦ Γ ὁρισμός ἐστιν, ἢ τούτου δ’ ἔσται ἄλλος λόγος, τουτέστι τοῦ ΒΑ ἔσται ἄλλος ὁρισμός, ὃς καὶ τοῦ Γ ἔσται ὁρισμός. | |
9n | p. 91a33 Δεῖ δ’ ἐν ταῖς δυσὶ προτάσεσι καὶ τοῖς πρώτοις καὶ | |
10n | ἀμέσοις σκοπεῖν. | |
11 | Ὅτι δεῖ ἐκθεμένους καὶ λαβόντας δύο προτάσεις ἀμέσους ἐπισκοπεῖν τὸ δεδειγμένον ἐπὶ τῶν στοιχείων αὐτῶν· οὕτως γὰρ μάλιστα φανερὸν γένοιτο τὸ λεγόμενον ἐξεταζόμενον ἐπὶ τῶν προτάσεων καὶ τῆς ὕλης, ὅτι δεῖ ἄμφω τὰς προτάσεις ἐν τῷ τί ἦν εἶναι κατηγορεῖσθαι. | |
15n | p. 91b12 Ἀλλὰ μὴν οὐδ’ ἡ διὰ τῶν διαιρέσεων ὁδὸς συλλογίζε‐ | |
16n | ται, καθάπερ ἐν τῇ ἀναλύσει τῇ περὶ τὰ σχήματα εἴρηται. | |
17 | Ὅτι οὐδὲ διὰ τῆς διαιρετικῆς μεθόδου διὰ συλλογισμοῦ δείκνυται ὁ ὁρισμός, ὅτι μηδὲ συλλογίζεται ὁ διαιρέσει χρώμενος. ἐν μὲν γὰρ τῷ συλλογισμῷ τεθέντων τινῶν ἐξ ἀνάγκης ἕπεται τὸ δι’ ἐκείνων δεικνύμενον· | |
20 | ἐπὶ δὲ τῆς διαιρέσεως οὐδαμοῦ τοῖς τεθεῖσί τε καὶ ληφθεῖσιν ἐξ ἀνάγκης ἕπεται τὸ δεικνύμενον. ὥσπερ γὰρ ὁ ἐπακτικῶς τι δεικνὺς λαμβάνει μέν τινα δι’ ὧν δεικνύναι τι πειρᾶται, οὐ μὴν συλλογίζεται, διότι μὴ ἐξ ἀνάγ‐ κης τοῖς ληφθεῖσιν ἕπεται τὸ δεικνύμενον, οὕτω καὶ ἐπὶ τῆς διαιρέσεως ἔχει. οὐ γὰρ δεῖ τὸ διὰ συλλογισμοῦ δεικνύμενον συμπέρασμα | |
25 | ἐρωτᾶσθαι καὶ τῷ συγχωρεῖσθαι ὑπό τινων τίθεσθαι· καὶ γὰρ συλλογισμοῦ συμπέρασμα ἐξ ἀνάγκης δεῖ ἕπεσθαι. | |
27n | p. 91b20 Καὶ τὸ εἶναι τὸν ἄνθρωπον τὸ ὅλον, ζῷον πεζόν, οὐκ | |
28n | ἀνάγκη ἐκ τῶν εἰρημένων, ἀλλὰ λαμβάνει καὶ τοῦτο. | |
29 | Οὐ γάρ, εἰ ἰδίᾳ ἑκάτερον ἀληθὲς περὶ τοῦ ἀνθρώπου, ἤδη καὶ ἅμα | |
30 | ἀνάγκη, ὡς ἐπὶ τοῦ σκυτέως καὶ τοῦ ἀγαθοῦ ἐν τῷ Περὶ ἑρμηνείας δέδει‐ | |
κται, καὶ αὐτὸς δὲ αὐτοῦ προϊὼν μνημονεύσει. | 555 | |
13,3556(1n) | p. 91b21 Διαφέρει δ’ οὐδὲν ἐπὶ πολλῶν ἢ ὀλίγων οὕτω ποιεῖν. | |
2 | Ὅτι οὐ μόνον οὐ δεικνύουσι διὰ συλλογισμοῦ τὸν ὁρισμόν, ὃν οὐδ’ ἄλλως οἷόν τε δεῖξαι διὰ συλλογισμοῦ, ὡς προείρηται, ἀλλ’ οὐδὲ τὰ δυνα‐ τὰ μὲν διὰ συλλογισμοῦ δείκνυσθαι ὑπάρχειν τῷ ἀνθρώπῳ διὰ συλλογισμοῦ | |
5 | δεικνύουσιν ὑπάρχειν, ἀλλὰ λαμβάνουσιν ἀσυλλογίστως. ἀσυλλογίστως γὰρ λαμβάνοντες τὰ ἐξ ὧν ὁ ὁρισμὸς χρῶνται αὐτοῖς πρὸς τὴν σύνθεσιν τοῦ ὁρισμοῦ δυναμένοις διὰ συλλογισμοῦ λαμβάνεσθαι· ἕκαστον γοῦν τῶν ἐν τῷ ὁριστικῷ λόγῳ τοῦ ἀνθρώπου διὰ συλλογισμοῦ ἔστι δεῖξαι ὑπάρχον τῷ ἀνθρώπῳ. ἐπὶ τούτοις ὅτι τὸ λαμβανόμενον καὶ συντιθέμενον 〈ἐκ〉 τῶν κατὰ | |
10 | τὴν διαίρεσιν δοθέντων μὴ δείκνυται ὁρισμὸς εἶναι. λέγει γὰρ τί κωλύει τοῦτο ἀληθὲς μὲν εἶναι τὸ πᾶν, τουτέστι τί κωλύει ταῦτα, ὧν ἕκαστον κατ’ ἰδίαν ἐλήφθη τῷ ἀνθρώπῳ ὑπάρχον, καὶ ἅμα ἀληθεύεσθαι κατὰ τοῦ ἀνθρώπου, μὴ μέντοι τὴν σύνθεσιν αὐτῶν ὁρισμὸν εἶναι τοῦ ἀνθρώπου; Προσθεῖναι τὸ ἐν τῇ τοῦ ζῴου διαιρέσει τὸ ἄρρεν καὶ τὸ θῆλυ | |
15 | λαβεῖν ἢ ἄλλην τινὰ ἐναντίωσιν κατὰ τὴν ὕλην ἢ κατά τι συμβεβηκὸς οὖσαν ἀλλ’ οὐ κατ’ εἶδος. ἀφεῖναι, εἰ τὸ ζῷον εἰς πεζόν τε καὶ ἔνυδρον τέμοι· οὗτος γὰρ τὸ πτηνὸν παρέλιπεν. ὑπερβεβηκέναι δέ, εἰ τὸ ζῷον εἰς δίπουν καὶ πολύπουν ὑπερβῇ τὸ πεζόν. | |
19n | p. 91b30 Τοῦτο δ’ ἀναγκαῖον, εἰ ἅπαν εἰς τὴν διαίρεσιν ἐμπίπτει. | |
20 | Ἔστι δὲ μὴ ἐμπίπτοντα εἰς πᾶσαν τὴν διαίρεσιν τὰ γένη, ὅσῳ ἀνωτέρω ἦν. τὰ δ’ ἄτομα εἴδη εἰς πᾶσαν ἐμπίπτει τὴν διαίρεσιν, οἷον ὁ ἄνθρωπος. | |
22n | p. 91b31 Ἀλλὰ συλλογισμὸς ὅμως οὐκ ἔστιν, ἀλλ’ εἴπερ, ἄλλον | |
23n | τρόπον γνωρίζειν ποιεῖ. | |
24 | Ὅτι εἰ καὶ μὴ συλλογίζεται ἡ διαιρετικὴ μέθοδος, ἀλλὰ κατὰ ἄλλον | |
25 | τρόπον γνωρίζειν ποιεῖ, ὡς καὶ ἡ ἐπαγωγή, εἰ καὶ μὴ ἀποδείκνυ‐ σιν, ἀλλ’ ὅμως δηλοῖ τι. | |
27n | p. 91b34 Συλλογισμὸν δ’ οὐ λέγει ὁ ἐκ τῆς διαιρέσεως λέγων | |
28n | τὸν ὁρισμόν. | |
29 | Ὅτι ὁ ἐκ τῆς διαιρέσεως συντιθεὶς τὸν ὁρισμὸν καὶ λαμβάνων οὐ | |
30 | συλλογίζεται ἀλλὰ διὰ παραβολῆς δείκνυσιν. | 556 |
13,3557(1n) | p. 92a6 Ἀλλ’ ἆρα ἔστι καὶ ἀποδεῖξαι τὸ τί ἐστι κατ’ οὐσίαν. | |
2 | Ζητεῖ εἰ οἷόν τε τὸν ὁρισμὸν ἐξ ὑποθέσεως συλλογίσασθαί τε καὶ δεῖξαι. τὸν δὲ ὁρισμὸν τὸ τί ἐστι κατ’ οὐσίαν εἶπε. τὸ γὰρ πρὸς τῷ ἐν τῷ τί ἐστι κατηγορεῖσθαί τινος καὶ τὴν οὐσίαν σημαῖνον αὐτοῦ ὁρισμός | |
5 | ἐστιν ἐκείνου· ὁ γὰρ ὁρισμὸς ἡ ἑκάστου οὐσία καὶ τὸ εἶναι. ἐξ ὑποθέ‐ σεως δὲ εἶπεν οὐ τὸ δι’ ὑποθετικοῦ συλλογισμοῦ, ἀλλὰ διὰ τοῦ ὑποθέ‐ σθαι τινὰ καὶ τούτοις πρὸς τὴν δεῖξιν χρήσασθαι. ἔστι δ’ ὃ λαμβάνει καὶ ὑποτίθεται τὸ τὸν ἐκ τῶν 〈ἐν τῷ〉 τί ἐστιν ἰδίων λόγον ὁρισμὸν εἶναι, τουτέστι τὸν ἐκ τῶν 〈ἐν τῷ〉 τί ἐστι κατηγορουμένων ἰδίων λόγον | |
10 | τούτου ὁρισμὸν εἶναι. ὃ εἶναι τοῦ τί ἐστιν ὁρισμὸν ὑποτίθεται ἀλλὰ οὐκ ἀποδείκνυσιν. ᾧ εἰ προσληφθείη ‘ὅδε τοῦδε ἴδιός ἐστι λόγος ἐκ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων‘, συνάγοιτ’ ἂν ‘τόδε τοῦδε ἄρα ὁρισμός ἐστιν‘. ἀλλὰ πάλιν τὸ ἐν ἀρχῇ αἰτεῖται· ταὐτὸν γὰρ λαμβάνει τὸν μέσον τῷ μεί‐ ζονι· οὐδὲν γὰρ διαφέρει εἰπεῖν ‘τόδε τοῦδε ἐκ τῶν ἐν τῷ τί ἐστι κατηγο‐ | |
15 | ρουμένων ἴδιόν ἐστι‘ τοῦ εἰπεῖν ‘τόδε τοῦδε ὁρισμός ἐστι‘. δείκνυσι δέ τι καὶ ἄλλο ἄτοπον τῇ τοιαύτῃ δείξει ἑπόμενον, ὅτι γὰρ μὴ ὑπόθεσις ἐν τῷ συλλογισμῷ δεόντως λαμβάνεται. | |
18n | p. 92a8 Ταδὶ δὲ ἐν τῷ τί ἐστι μόνα, καὶ ἴδιον τὸ πᾶν. | |
19 | Τὰ γὰρ αὐτάρκη πρὸς τὸ ἴδιον ποιῆσαι τὸ ἐξ αὐτῶν τῶν καθ’ αὑτὰ | |
20 | κατηγορουμένων ἱκανὰ πρὸς ὁρισμόν. τὸ δὲ τοῦτο γάρ ἐστι τὸ εἶναι ἐκείνῳ ἴσον ἐστὶ τῷ ‘ἐν γὰρ τούτῳ ἐστὶ τὸ εἶναι τῷ πράγματι οὗ τὸν ὁρισμὸν δείκνυμεν, καὶ τοῦτο ὁρισμὸς αὐτοῦ‘. | |
23n | p. 92a20 Κἂν ἐξ ὑποθέσεως δὲ δεικνύῃ, οἷον εἰ τῷ κακῷ | |
24n | ἐστι τὸ διαιρετῷ εἶναι. | |
25 | Ὅτι μηδὲ ὁ ὑποθετικῶς δεικνύναι καὶ συλλογίζεσθαι πειρώμενος ὁρι‐ σμὸν ὃ βούλεται ποιεῖ· τὸ γὰρ ἐξ ὑποθέσεως νῦν τὸ ὑποθετικῶς λέγει. καὶ γὰρ ἡ τοιαύτη δεῖξις τὸ ἐν ἀρχῇ λήψεται. θέλων γάρ τις δεῖξαι, ὅτι δι’ ἀποδείξεως ὁρισμὸς δείκνυται, εἰς τὴν αὐτοῦ τούτου δεῖξιν ὁρισμόν τινος λαμβάνει ἄνευ ἀποδείξεως· ὃν εἰ βούλοιτο πάλιν δεῖξαι διὰ συλλογισμοῦ, | |
30 | οὐκ ἄλλως δείξει ἢ διὰ τοῦ πάλιν ὁρισμόν τινος αἰτήσασθαι καὶ λαβεῖν, καὶ | 557 |
13,3558 | τούτου γε οὗ τὸν ὁρισμὸν δοκεῖ διὰ τούτου δεδειχέναι. λαβὼν γὰρ ὅτι τοῦ ἀγαθοῦ ὁρισμός ἐστι τὸ ἀδιαίρετον, οὕτω πάλιν δείξει τοῦ κακοῦ λόγον ὄντα τὸ διαιρετόν· δι’ ἀλλήλων ἄρα. | |
4n | p. 92a24 Λαμβάνειν δ’ εἰς τὸ δεῖξαι τὸ τί ἦν εἶναι ἕτερον μέν | |
5n | τι ἔστω. | |
6 | Τουτέστιν εἰς τὴν δεῖξιν τοῦ τί ἦν εἶναι καὶ τοῦ ὁρισμοῦ ἕτερόν τι λαμβάνει ὃ οὐ κεχώρισται· διὰ γάρ τινος ληφθέντος μέσου ἑτέρου τῶν ἐξ ὧν τὸ συμπέρασμα ὅρων ὁ συλλογισμὸς καὶ ἐκ προτάσεών τινων. ὃ ἐδήλωσεν εἰπὼν καὶ γὰρ ἐν ταῖς ἀποδείξεσιν ὅτι ἔστι τόδε κατὰ | |
10 | τοῦδε λαμβάνεται, τουτέστι πρότασις, οὐ μὴν αὐτὸ ὃ δεῖ δεῖξαι ἢ ὃ τὸ αὐτό ἐστι τῷ δεικνυμένῳ ἢ ἀντιστρέφει αὐτῷ. ὁ γὰρ τοιοῦτόν τι λαμβά‐ νων τὸ ἐν ἀρχῇ αἰτεῖται λαμβάνων πρὸς ἄλλο, ἄλλως τε ἐπεὶ καὶ ἀμφό‐ τερα ὁμοίως δεῖται δείξεως. | |
14n | p. 92a34 Πῶς οὖν δὴ ὁ ὁριζόμενος δείξει τὴν οὐσίαν ἢ τὸ τί | |
15n | ἐστιν; | |
16 | Ὅτι οὐχ οἷόν τέ ἐστι τὸν ὁρισμὸν δεῖξαι, οὔτε δι’ ἀποδείξεως καὶ συλλογισμοῦ οὔτε δι’ ἐπαγωγῆς οὔτε δι’ αἰσθήσεως. ὁ μὲν γὰρ ἀποδεικνύς τι καὶ συλλογιζόμενος ἐξ ὁμολογουμένων τινῶν δῆλον ποιεῖ τὸ δι’ αὐτῶν ἐξ ἀνάγκης δεικνύμενον· ὁ δὲ ὁριζόμενος οὐ λαβών τινα δι’ αὐτῶν δείκνυ‐ | |
20 | σιν ἐξ ἀνάγκης ὄντα τὸν δεικνύμενον ὁρισμόν. καὶ ἔτι δέδεικται ὅτι οὐκ ἔστιν ὁρισμοῦ ἀπόδειξις. ἀλλ’ οὐδὲ δι’ ἐπαγωγῆς. ἡ γὰρ ἐπαγωγὴ διὰ τῶν καθ’ ἕκαστα φανερῶν ὄντων τὸ καθόλου πιστοῦται· ὁ δὲ ὁριζό‐ μενος οὐχ οὕτως δείκνυσιν ὁρισμόν. καὶ ὁ μὲν ἐπαγωγῇ χρώμενος δεί‐ κνυσι τὸ ὅτι ἔστιν ἢ ὅτι οὐκ ἔστιν ἐκ τῶν ληφθέντων· ὁ δὲ ὁριζόμενος | |
25 | οὐχ ὅτι ἔστιν ἢ οὐκ ἔστιν ἀλλὰ τί ἐστι προτίθεται δεῖξαι. ὅτι δὲ μηδὲ δι’ αἰσθήσεως ἔστι δεῖξαι ὁρισμόν, πρόδηλον· οὐδὲ γὰρ αἰσθητὸν ὅλως οὔτε ὁ ὁρισμὸς οὔτε τὸ ὁριστόν, εἴ γε καθόλου, ὡς δείξει ἅμα τῷ δακτύλῳ εἰπεῖν ‘τοῦτό ἐστιν ὁρισμόσ‘, ὡς ‘τοῦτό ἐστι γλυκύ‘ ἤ τι ἄλλο τῶν αἰσθητῶν. | |
29n | p. 92b4 Ἔτι πῶς δείξει τὸ τί ἐστιν; ἀνάγκη γὰρ τὸν εἰδότα τὸ | |
30n | τί ἐστιν ἄνθρωπος ἢ ἄλλο ὁτιοῦν εἰδέναι. | |
31 | Καθόλου ἐπαπορεῖ πῶς ὅλως ἔστι τὸ τί ἐστι δεῖξαι. εἰ γὰρ δεῖ μὲν | 558 |
13,3559 | τὴν τοῦ τί ἐστι δεῖξιν τῇ τοῦ ὅτι ἔστι συμπεπλέχθαι, ταῦτα δὲ ἕτερα ἀλ‐ λήλων, οὔτε δ’ ἡ ὁριστικὴ οὔτε ἡ ἀποδεικτικὴ μία πλειόνων ἐστίν, οὐκ ἂν εἴη τὸ τί ἐστι καὶ τὸν ὁρισμὸν δεῖξαι. ταῦτα δ’ ἐδήλωσεν εἰπὼν ἀλλὰ μὴν εἰ δείξει τί ἐστι καὶ ὅτι ἔστι, πῶς τῷ αὐτῷ λόγῳ δείξει; | |
5 | εἰπὼν γὰρ ἄμφω δεῖν γνωρίζεσθαι μετὰ ταῦτα ζητεῖ, πῶς δι’ ἑνὸς λόγου ἀμφότερα δειχθείη διαφέροντα. | |
7n | p. 92b8 Ἀλλὰ μὴν εἰ δείξει τί ἐστι καὶ ὅτι ἔστι, πῶς καὶ τὰ ἑξῆς. | |
8 | Τὸ γὰρ ἄλλο ἄλλῳ ὑπάρχον διὰ συλλογισμοῦ δείκνυται. ἐπεὶ δὲ καὶ ὁ ὁρισμὸς καὶ ἡ οὐσία ἑκάστου ὑπάρχει ἐκείνῳ οὗ ἐστι καὶ δύναταί τις | |
10 | καὶ ἐπὶ τοῦ ὁρισμοῦ ἀκούειν 〈τὸ〉 ὅτι ἔστι, διὰ τοῦτο προσέθηκε τὸ εἰ μὴ οὐσία εἴη, τουτέστιν εἰ μὴ ὁρισμὸς εἴη. μόνον γὰρ τῷ ὅτι ὑπάρχει ὁ ὁρισμὸς ὑπάρχων οὐ δείκνυται δι’ ἀποδείξεως· τὸ γὰρ εἶναί τινι καὶ ὑπάρ‐ χειν οὐκ ἔστιν ὁρισμός τινος, οὐδ’ ὁ εἶναί τι ἀποδεικνὺς τὸν ὁρισμὸν αὐτοῦ δείκνυσιν· οὐδενὸς γὰρ ὁρισμὸς τὸ εἶναι. οὐδὲ γὰρ γένος ὅλως τὸ ὂν καὶ | |
15 | τὸ εἶναι καὶ μία φύσις ὡς δύνασθαι καὶ μέρος ὁρισμοῦ εἶναι· τοιοῦτον δὲ τὸ γένος· ὁ γὰρ ὁρισμὸς μιᾶς φύσεώς ἐστι δηλωτικός. καὶ τοῦ εἶναί τι ἄρα ἀπόδειξις ἔσται. οὐκ ἄρα ὁ ὁριζόμενος τὸ εἶναι τοῦτο ὃ ὁρίζεται δείξει διὰ τοῦ ὁρισμοῦ· ἀπόδειξις γὰρ δεικτικὴ τούτου. | |
19n | p. 92b15 Τί μὲν γὰρ σημαίνει τὸ τρίγωνον, ἔλαβεν ὁ γεωμέ‐ | |
20n | τρης, ὅτι δ’ ἔστι δείκνυσι. | |
21 | Λαβὼν ὅτι ἀπόδειξίς ἐστι τοῦ ὅτι ἔστι δεικτική, ἔχων δὲ ὅτι καὶ ὁ ὁρισμὸς καὶ ἡ ἀπόδειξις ἑκάτερον αὐτῶν τίνος ἐστίν, ἐπὶ τούτοις λέγει τί οὖν δείξει ὁ ὁριζόμενος τί ἐστίν; ἢ τὸ τρίγωνον; ὃ ἴσον ἐστὶ 〈τῷ〉 ‘τί οὖν δείκνυσιν ὁ ὁριζόμενος καὶ τὸ τί ἐστιν ἀποδιδούς τινος; ἢ τὸ τί | |
25 | ἐστιν ἐκεῖνο ὃ ὁρίζεται; ὁ γὰρ τὸ τρίγωνον ὁριζόμενος τί ἐστι τὸ τρίγωνον λέγει, ἀλλ’ οὐχ ὅτι ἔστιν· ἄλλο γὰρ ἐκεῖνο καὶ δι’ ἀποδείξεως δεικνύμενον‘. καὶ τὸ ἀκολουθοῦν ἄτοπον ἐπιφέρει· ὃ ἄρα τις ὁρισμῷ οἶδεν, ὅτι ἔστι τοῦτο, οὐκ εἴσεται· ἄλλη γὰρ ἡ τοῦτο δεικνύουσα· τοῦτο δ’ ἀδύνατον, ὃ μὴ οἶδέ τις εἰ ἔστι, τοῦτο τί ἐστιν εἰδέναι. | |
30n | p. 92b19 Φανερὸν δὲ καὶ κατὰ τοὺς νῦν τρόπους τῶν ὅρων. | |
31 | Ὅτι μὴ τοῦ ὅτι ἔστι τὸ ὁριστὸν ὁ ὁρισμός ἐστι δεικτικός. εἰ γὰρ | |
καὶ ἐν ὑπάρξει ἐστὶν οὗ ὁ ὁρισμὸς ἀποδέδοται, ἀλλ’ ὅ γε ὁρισμὸς τὸ εἶναι | 559 | |
13,3560 | αὐτοῦ οὐ δείκνυσιν. ὁ γὰρ τοῦ κύκλου ὁρισμὸς οὔτε εἶναι τὸν κύκλον δεί‐ κνυσι (τοῦτο γὰρ δηλοῖ αὐτῷ τὸ διὰ τί ἐστιν)· οὐδὲ γὰρ ἐνσημαίνεται ἐν τῷ ὁρισμῷ αἰτία δι’ ἣν ἔστι τοῦτο οὗ ὁρισμόν τις ἀποδέδωκεν· ἀλλ’ οὐδὲ τοῦ διὰ τί ἐστι τοῦτο κύκλος. | |
5n | p. 92b24 Ἀλλ’ ἀεὶ ἔξεστι λέγειν τὸ διὰ τί. εἰ ἄρα ὁ ὁριζόμενος | |
6n | δείκνυσιν ἢ τί ἐστιν ἢ τί σημαίνει τοὔνομα καὶ τὰ ἑξῆς. | |
7 | Δείξας, ὅτι οὐκ ἔστιν ὁ ὁρισμὸς τοῦ εἶναι τὸ πρᾶγμα τὸ ὁριστὸν δει‐ κτικός τε καὶ γνωστικός, λαμβάνει ὡς ἑπόμενον τούτῳ τὸ μὴ εἶναι τὸν ὁρισμὸν πράγματός τινος δηλωτικὸν ἀλλὰ τοῦ λαμβανομένου τί σημαίνει | |
10 | τὸ λεγόμενον, ὡς εἶναι αὐτὸν λόγον ὀνόματι ταὐτὸν σημαίνοντα. εἰ γὰρ δεῖ μὲν τὸν ὁριζόμενον ἢ τί ἐστι τὸ πρᾶγμα δεικνύναι ἢ τί σημαί‐ νει τοὔνομα λέγειν, οὐ δείκνυσι δὲ τί ἐστι τὸ πρᾶγμα τῷ τὴν ἀρχὴν μὴ εἶναι δι’ ὁρισμοῦ εἰδέναι ὅτι ἔστι, τὸ καταλειπόμενον ἂν εἴη μηνυτικὸς λόγος τοῦ τί σημαίνει τοὔνομα, ὅπερ ἄτοπον δείκνυσιν. | |
15n | p. 92b30 Ἔτι πάντες οἱ λόγοι ὁρισμοὶ ἂν εἶεν καὶ τὰ ἑξῆς. | |
16 | Εἰ ὁ ὁρισμὸς λόγος ὀνόματι ταὐτὸν σημαίνων, μὴ οἷόν τε δ’ ἀποδεῖξαι ὅτι τοῦτο τὸ ὄνομα τοῦτο δηλοῖ (θέσει γὰρ καὶ συνθήκῃ τὰ ὀνόματα, οὐκ ἀνάγκῃ τινί), οὐδ’ ἂν τοῦ τοῦτο τὸ ὄνομα τοῦτο σημαίνειν πίστιν τινὰ ἔχοιμεν. οὐδ’ οἱ ὁρισμοὶ τοίνυν τοῦτο προσδηλοῦσι, | |
20 | τὸ εἶναι ἕκαστον αὐτῶν δηλωτικὸν τοῦ σημαινομένου ὑπὸ τοῦδε τοῦ ὀνόματος. | |
21n | p. 92b35 Ἐκ μὲν τοίνυν τούτων οὔτε ὁρισμὸς καὶ συλλογισμὸς | |
22n | φαίνεται ταὐτὸν ὄν καὶ τὰ ἑξῆς. | |
23 | Τὰ δεδειγμένα ἀνακεφαλαιοῦται, ὅτι τε μὴ ταὐτὸν συλλογισμὸς καὶ ὁρισμός († ὃ γὰρ ἂν ἐναργὲς ἔλαβεν· ἄλλος γὰρ ἑκατέρου αὐτῶν | |
25 | λόγος) καὶ ὅτι μὴ τοῦ αὐτοῦ συλλογισμὸς καὶ ὁρισμός, εἴ γε ὁ μὲν τοῦ τί ἐστιν, ὁ δὲ τοῦ ὅτι ἔστιν. ἃ πρῶτα ἔδειξε διὰ τοῦ μήτε τὸ διὰ συλλογισμοῦ δεικνύμενον δι’ ὁρισμοῦ δείκνυσθαι μήτε, οὗ ἐστιν ὁρισμός, τοῦτο καὶ διὰ συλλογισμοῦ δείκνυσθαι. ἀλλὰ καὶ ὅτι μήτε ὁ ὁρισμὸς αὐτὸς ἢ ἀποδείκνυσί τι ἢ ὅλως δείκνυσιν· οὔτε γὰρ εἶναι τὸ | |
30 | πρᾶγμα ἀποδείκνυσιν, οὔθ’ ὅτι ἐκείνου ἐστὶν οὗ ἀποδίδοται δείκνυσι. διὸ | 560 |
13,3561 | οὔτε ὁρισμῷ ἔστι γνῶναι ὅτι τόδε τοῦδε ὁρισμός (οὐδὲν γὰρ δείκνυσιν ὁ ὁρισμός) οὔτε ἀποδείξει, ἐπεὶ μή ἐστιν ἀπόδειξις τοῦ τί ἐστιν, ὡς δέδεικται· πᾶσα γὰρ τοῦ ὅτι ἔστι. | |
4n | p. 93a1 Πάλιν δὲ σκεπτέον τί τούτων λέγεται καλῶς καὶ τί οὐ | |
5n | καλῶς. | |
6 | Οὔτε γὰρ τὸ μὴ δύνασθαι τὸ αὐτὸ δι’ ὁρισμοῦ καὶ δι’ ἀποδείξεως γινώσκεσθαι πάντῃ καλῶς εἴρηται, οὔτε τὸ μὴ ὅλως εἶναί τινα δεῖξιν ὁρισμοῦ, ὡς ἐρεῖ. | |
9n | p. 93a3 Ἐπεὶ δ’ ἐστίν, ὡς ἔφαμεν, ταὐτὸν τὸ εἰδέναι τί ἐστι καὶ | |
10n | τὸ εἰδέναι τὸ αἴτιον τοῦ τί ἐστιν. | |
11 | Ἐπιχειρεῖ πρῶτον δεῖξαι ὅτι ἔστιν ὁρισμὸν ἀποδεῖξαι δι’ ὁρισμοῦ. συγχρῆται δ’ εἰς τὴν ἀπόδειξιν τοῖς προδεδειγμένοις αὐτῷ· δέδειχε γὰρ πρὸ ὀλίγου δι’ ὧν εἶπεν “ἐν ἅπασι γὰρ τούτοις φανερόν ἐστιν ὅτι ταὐτά ἐστι τὸ τί ἐστι καὶ διὰ τί ἐστιν”. ἔδειξε γὰρ διὰ τούτων ὅτι | |
15 | ὁ τὸ τί ἐστι καὶ τὸν ὁρισμὸν ζητῶν αἴτιον ζητεῖ· ὁ γὰρ ὁρισμὸς ἑκάστου καὶ αἴτιον. τούτῳ δὴ προσχρῆται. εἰ γὰρ ὁ ὁρισμὸς αἴτιον, ὁ ὁρισμόν τινος εἰδὼς καὶ αἴτιον οἶδε. τὸ δὲ τὸν ὁρισμόν τινος εἰδότα εἰδέναι τὸ αἴτιον αὐτῷ τοῦ εἶναι (τοῦτο γὰρ σημαίνει αὐτῷ τὸ αἴτιον τοῦ τί ἐστι) δέδεικται· ταὐτὸ γὰρ ἔκειτο [γὰρ τὸ] ἡ τοῦ τί ἐστι ζήτησις καὶ αἰτίας ζήτησις. | |
20 | Δύναται τῷ λόγος δὲ τούτου εἰρηκέναι 〈αἴτιον〉 τοῦ δύνασθαι ὁρισμὸν δειχθῆναι διὰ συλλογισμοῦ. καὶ εἴη ἂν ἡ πρὸ αὐτοῦ οὐχ ὁλόκληρος ἀλλ’ ἐλλιπῶς εἰρημένη· ἐπεὶ δ’ ἔστιν, ὡς ἔφαμεν, ταὐτὸν τὸ εἰδέναι τί ἐστι καὶ τὸ εἰδέναι τὸ αἴτιον τοῦ τί ἐστι· λείποι γὰρ ἂν αὐτῇ τὸ ‘οἷόν τε διὰ συλλογισμοῦ τὸ τί ἦν εἶναι δείκνυσθαι‘. ἐπεὶ τοίνυν ὁ ὁρισμὸς | |
25 | αἴτιον, ἢ ταὐτὸν ἔσται τούτῳ οὗ αἴτιον ἢ ἄλλο αὐτοῦ. τῶν γὰρ αἰτίων τὰ μὲν ταὐτά ἐστιν ἐκείνοις, ὧν ἐστιν αἴτια, ὁλόκληρον αὐτῶν δηλοῦντα τὴν οὐσίαν· τοῦ γὰρ τὸν ἄνθρωπον ζῷον πεζὸν δίπουν εἶναι οὐκ ἄλλο τὸ | |
αἴτιον παρ’ αὐτὸ τοῦτο, καὶ ὅλως ὁ ἑκάστου οἰκεῖος ὅρος. | 561 | |
13,3562(1n) | p. 93a5 Λόγος δὲ τούτου, ὅτι ἔστι τι τὸ αἴτιον· καὶ τοῦτο ἢ | |
2n | ταὐτὸ ἢ ἄλλο. | |
3 | Δύναται τὸ καὶ τοῦτο ἢ ταὐτὸ ἢ ἄλλο εἰρηκέναι οὐχ ὡς συγχωρῶν εἶναι τὸ αὐτὸ αὑτοῦ αἴτιον (δοκεῖ γὰρ ἄλλο εἶναι τὸ αἴτιον καὶ τὸ οὗ ἐστιν | |
5 | αἴτιον ἐν πᾶσιν) ἀλλ’ ὑπὲρ τοῦ ὁλοκλήρῳ χρῆσθαι διαιρέσει. καὶ εἴη ἂν τὸ εἰ τοίνυν ἐστὶν ἄλλο ἐπενηνεγμένον σημαντικὸν τοῦ ὀφείλειν τὸ αἴτιον ἄλλο εἶναι. | |
8n | p. 93a15 Ἀλλ’ ἔστι λογικὸς συλλογισμὸς τοῦ τί ἐστιν. | |
9 | Λογικὸν συλλογισμὸν τὸν μὴ ἀποδεικτικὸν ἀλλὰ διαλεκτικόν τε καὶ δι’ | |
10 | ἐνδόξων συνάγοντα εἴωθε λέγειν. εἰπὼν δὲ τὴν τοιαύτην δεῖξιν λογικὴν εἶναι ἀλλ’ οὐκ ἀποδεικτικὴν ἑξῆς προτίθεται ζητῆσαι, εἰ ὅλως ἐνδέχεται, πῶς καὶ τίνα τρόπον. καὶ ὑπομνήσας ἡμᾶς τῶν κατ’ ἀρχὰς εἰρημένων ἀποδείξει κατὰ τὴν πρὸς αὐτὰ ἀκολουθίαν, ὅτι ἀπόδειξιν μὲν οὐχ οἷόν τε ὁρισμοῦ γενέσθαι, ἔστι μέντοι δι’ ἀποδείξεως τρόπον τινὰ ὁρισμὸν εὑρεῖν. καὶ τοῦτο δ’ ἦν | |
15 | ἠπορημένον, πῶς οἷόν τε δείκνυσθαι τὸ τί ἦν εἶναι· ἐδόκει γὰρ ἄτοπον εἶναι τοῦτο. μέλλων δὲ περὶ τούτου ζητεῖν τε καὶ λέγειν πρῶτον ἡμᾶς τῶν κατ’ ἀρχὰς εἰρημένων ὑπομιμνήσκει χρησίμων αὐτῷ πρὸς τὴν τοῦ προκειμένου θεωρίαν ἐσομένων· διὸ καὶ προσέθηκε τὸ εἰπόντες πάλιν ἐξ ἀρχῆς. | |
20n | p. 93a16 Ὥσπερ γὰρ τὸ διότι ζητοῦμεν. | |
20 | Ὅτι ὥσπερ τὸ ὅτι τοῦ διότι προγινώσκεται, οὕτως καὶ τὸ εἰ ἔστι τοῦ τί ἐστιν, ἐνίοτε δὲ καὶ ἅμα δῆλα γίνεται, οὐ μὴν ἔμπαλιν. | |
22n | p. 93a21 Τὸ δ’ εἰ ἔστιν ὁτὲ μὲν κατὰ συμβεβηκὸς ἔχομεν, ὁτὲ | |
23n | δ’ ἔχοντές τι αὐτοῦ τοῦ πράγματος. | |
24 | Λαβὼν τὸ ἕπεσθαι τὴν τοῦ τί ἐστι γνῶσιν τῇ γνώσει τοῦ εἶναι τὸ | |
25 | πρᾶγμα μετὰ ταῦτα, πῶς τῇ τοῦ εἶναι τὸ πρᾶγμα γνώσει ἕπεται καὶ ἡ τοῦ τί ἐστι γνῶσις πολλάκις, ὥσπερ καὶ ἡ τοῦ διὰ τί ἐστι τῇ τοῦ ὅτι ἔστι γνώσει, δείκνυσι. τὴν γὰρ ὕπαρξιν τοῦ πράγματος, περὶ οὗ ἦν ἡ ζή‐ | |
τησις εἰ ἔστι, ποτὲ μὲν ἀπὸ συμβεβηκότων ποτὲ δέ τι τῆς οὐσίας αὐτοῦ | 562 | |
13,3563 | λαβόντες ἔχομεν. καὶ ἡ μὲν ἀπὸ συμβεβηκότων γνῶσις τῆς τοῦ πράγματος ὑπάρξεως οὐδὲν πρὸς τὴν γνῶσιν τοῦ τί ἐστι τὸ πρᾶγμα συντελεῖ· ἡ δὲ ἀπὸ τῶν αὐτῷ τῷ πράγματι ὑπαρχόντων γνῶσις τοῦ εἶναι αὐτὸ ἀφορμὴ καὶ ὁδός ἐστι τῆς τοῦ τί ἐστι γνώσεως. καὶ ὡς ἂν ἔχοιμεν πρὸς τὴν ἀπὸ | |
5 | τῶν ὑπαρχόντων καθ’ αὑτὸ καὶ ὄντων γενῶν τε καὶ μερῶν τοῦ ζητουμένου πράγματος εἰ ἔστι γνῶσιν, οὕτως ἕξομεν καὶ πρὸς τὴν τοῦ τί ἐστιν. ἀπὸ μὲν γὰρ τῶν κοινοτέρων εἰδότες ὅτι ἔστι πορρωτέρω τοῦ εἰδέναι τί ἐστιν ἐσόμεθα, ὅτι μηδ’ ὅτι ἔστιν ἴσμεν ἀκριβῶς τε καὶ προσεχῶς· εἰ δ’ ἀπὸ τῶν ἰδίων καὶ οἰκείων αὐτοῦ τὴν τοῦ εἶναι αὐτὸ γνῶσιν ἔχομεν, εἴημεν ἂν | |
10 | καὶ τὴν τοῦ τί ἐστι γνῶσιν ἔχοντες ἢ πλησίον ὄντες. | |
11n | p. 93a27 Καθ’ ὅσων δὲ ἔχομέν τι, ῥᾷον. | |
12 | Ὧν ἔχομεν τὴν γνῶσιν τοῦ εἶναι τῷ ἔχειν τι αὐτῶν τῶν ἐν τῇ οὐ‐ σίᾳ ὑπαρχόντων αὐτοῖς, ῥᾷον τοῦ τί ἐστι ζήτησίς τε καὶ εὕρεσις. | |
14n | p. 93a29 Ὧν οὖν ἔχομέν τι τοῦ τί ἐστιν, ἔστω πρῶτον μὲν ὧδε. | |
15 | Τὰ εἰρημένα γνώριμα βούλεται ἐπὶ παραδειγμάτων ποιῆσαι καὶ δεῖξαι, πῶς μὲν ἡ τοῦ εἶναι δι’ οἰκείων ἀπόδειξις [γνῶσις] γίνεται, πῶς δὲ τὸ τί ἐστιν ἐν ἀποδείξει λαμβάνεται, καὶ πῶς, εἰ ἀπὸ συμβεβηκότων ἡ τοῦ ὅτι ἔστι γνῶσις εἴη, οὐδὲν αὕτη συντελεῖ πρὸς τὴν τοῦ τί ἐστιν εὕρεσιν. καὶ πρῶτον μὲν λαμβάνει παραδείγματα, ὧν τὴν γνῶσιν τοῦ εἶναι ἐκ τῆς οὐσί‐ | |
20 | ας καὶ ἀπὸ τῶν καθ’ αὑτὸ ὑπαρχόντων αὐτοῖς ποιούμεθα, εἶτα λήψεται καὶ τῶν οὐκ ἀπὸ τῆς οὐσίας. καὶ δείξει πότε ἡ τοῦ εἶναι ἀπόδειξις διὰ τῆς τοῦ τί ἦν εἶναι γνώσεως γίνεται, καὶ πῶς μὲν εἰδότες τὸ ὅτι ἔστιν ἅμα ἴσμεν καὶ τὸ τί ἐστι, πῶς δὲ τὸ μὲν ὅτι ἔστι γνωσόμεθα διὰ συλλο‐ γισμοῦ, οὐδέπω δὲ γνώριμον ἕξομεν τὸ τί ἐστι. δοκεῖ δέ μοι ὁ ‘μέν‘ | |
25 | σύνδεσμος ἐκ περιττοῦ κεῖσθαι, ἵνα ᾖ· ὧν οὖν ἔχομεν τοῦ ὅτι ἔστι γνῶσιν διά τινος τῶν ἐν τῷ τί ἐστι καὶ ἐν τῇ οὐσίᾳ αὐτῶν ὄντων, ἔστω πρῶτον δεικνύμενον. καὶ ἐχέτω οὕτως· ὧν, φησίν, ἔχομεν ἐν τῇ τοῦ εἶναι γνώσει | |
περιεχόμενον τὸ τί ἐστιν, ἔστω παραδειγματικὸν ὃ παρατίθεται. | 563 | |
13,3564(1n) | p. 93a35 Ὅταν δ’ εὕρωμεν, ἅμα τὸ ὅτι καὶ τὸ διότι ἴσμεν. | |
2 | Τῷ ὅταν δ’ εὕρωμεν, ἅμα τὸ ὅτι καὶ τὸ διότι προσέθηκε τὸ ἂν διὰ μέσων ᾖ δηλωτικὸν 〈ὂν〉 τοῦ ‘ἂν δι’ οἰκείων καὶ αἰτίων μὴ τοῦ συμπεράσματος μόνον ἀλλὰ καὶ τοῦ πράγματοσ‘· ταῦτα γὰρ κυρίως μέσα. | |
5 | ἡ γὰρ διὰ τοιούτων μέσων, ἃ καὶ κυρίως ἐστὶ μέσα, γνῶσις τοῦ ὅτι ἔστιν ἅμα γνῶσίς ἐστι καὶ τοῦ διὰ τί ἐστιν. ἀλλὰ καὶ τοῦ τί ἐστι γνῶσίς ἐστιν, ὡς ἐρεῖ· ὁ γὰρ τοιοῦτος ὁρισμός ἐστι τοῦ ἑτέρου τῶν ἄκρων. εἰ δὲ μὴ διὰ μέσου, τουτέστιν εἰ δὲ μὴ δι’ αἰτίου ἀλλὰ διά τινος συμβεβηκότος ἔχομεν [γὰρ] γνῶσιν τοῦ τῷ ἑτέρῳ ἄκρῳ τὸ ἕτερον ὑπάρχειν, μόνον τὸ | |
10 | ὅτι ἔστιν εἰσόμεθα, οὐκέτι δὲ τὸ διὰ τί ἐστιν οὐδὲ τὸν ὁρισμὸν ἕξομεν. | |
11n | p. 93a39 Εἰ τοίνυν τῷ Γ ὑπάρχει τὸ Β. | |
12 | Εἴη ἂν καταλληλότερον, εἰ ἡ λέξις ἔχοι ἀντὶ τοῦ εἰ τοίνυν τὸ ‘εἰ γὰρ τῷ Γ ὑπάρχει τὸ Β‘· τούτῳ γὰρ ἀκολουθεῖ τὸ εἰ δὲ μή, τὸ ὅτι, τὸ διότι δὲ οὔ. | |
15n | p. 93b12 Ἂν δὲ πάλιν τούτου ἄλλο μέσον ᾖ, ἐκ τῶν παραλοίπων | |
16n | ἔσται λόγων. | |
17 | Ἐπεὶ πολλάκις τοῦ μὲν διὰ τί δοκεῖ γίνεσθαι συλλογισμὸς τῷ τὸν μέσον ὅρον τῶν καθ’ αὑτὸ ὑπαρχόντων λαμβάνεσθαι, οὐ μὴν ἀναπόδεικτον τοῦτο τῷ τὸν μέσον ὅρον μὴ εἶναι ὁρισμὸν τοῦ ἑτέρου τῶν ἄκρων μηδὲ | |
20 | τὴν κυρίαν αἰτίαν εἶναι, ὅταν, φησί, τοιοῦτον τὸ μέσον ληφθῇ ὡς ἔτι καὶ τοῦτο ἀποδεικτὸν εἶναι ἐκ τῶν ὑπολοίπων, ἃ καὶ αὐτὰ καθ’ αὑτὰ ὑπάρχει αὐτῷ καὶ μέρη πώς ἐστιν αὐτοῦ, χρὴ μέσον ὅρον λαμβάνοντας ἀποδει‐ κνύναι τὴν πρότασιν. ὅταν μὲν γὰρ ὁρισμὸς εἴη τὸ εἰλημμένον τοῦ μείζονος ἄκρου, ἄμεσός ἐστιν καὶ ἀναπόδεικτος ἡ πρότασις ἐκείνη· οὐ γὰρ οἷόν τε | |
25 | μέσον ὅρον εὑρόντα τινὰ ἀποδεῖξαι τὸν ὁρισμόν· δέδεικται γὰρ ὅτι ὁρισμοῦ ἀπόδειξις οὐκ ἔστιν. ὅταν δ’ ᾖ μὲν ἐκ τῆς οὐσίας ὁ μέσος ὅρος μηδέπω δ’ ὁρισμὸς ᾖ, ἐκ τῶν ὑπολοίπων καὶ παραλελειμμένων φησὶ δεῖν, ἃ καὶ αὐτὰ | |
καθ’ αὑτὰ ὑπάρχει τῷ δεικνυμένῳ καὶ ἔστιν αὐτῷ προσεχέστερα, τὸν μέσον | 564 | |
13,3565 | ὅρον λαμβάνοντα δεικνύναι, μέχρις ἂν ὁρισμὸς γένηται τὸ μέσον τοῦ κατη‐ γορουμένου· τότε γὰρ ἄμεσος ἡ πρότασις καὶ ἀναπόδεικτος. | |
3n | p. 93b16 Ὥστε συλλογισμὸς μὲν τοῦ τί ἐστιν οὐ γίνεται οὐδὲ | |
4n | ἀπόδειξις. | |
5 | Ὅτι ἀπόδειξις μὲν οὐκ ἔστι τοῦ τί ἦν εἶναι, γίνεται δὲ γνώριμον ἐν τῇ τοῦ ὅτι ἔστι διὰ τῆς αἰτίας ἀποδείξει, ἥτις ἐστὶ καὶ κυρίως ἀπόδειξις· ἡ γὰρ προσεχὴς αἰτία καὶ ἡ πρώτη καὶ οἰκεία τῆς τοῦ ὅτι δείξεως διὰ τοῦ ὁρισμοῦ καὶ τοῦ τί ἦν εἶναι δείκνυται. διὸ καὶ ἀπόδειξις μὲν οὐκ ἔστι τοῦ τί ἐστιν οὐδὲ συλλογισμός, γίνεται μέντοι δῆλον διὰ ἀποδείξε‐ | |
10 | ως. ἀποδεικνύντες γὰρ τὸ ὅτι ἔστι διὰ τοῦ τί ἦν εἶναι τοῦ κατηγορου‐ μένου ὅρου ἐν τῷ συμπεράσματι τὴν ἀπόδειξιν ποιούμεθα· τοῦτο δὲ γίνε‐ ται ἐφ’ ὧν τὰ αἴτια ἄλλα ἐστὶ τῶν αἰτιατῶν καὶ ἀποδεικτά. ἐφ’ ὧν δὲ τὰ αὐτὰ 〈τὰ〉 αἴτια τοῖς αἰτιατοῖς, ταῦτα ἀναπόδεικτα· διὸ οὐκέτι ἐπὶ τούτων ἡ τοῦ διὰ τί ἐστι ζήτησίς τε καὶ εὕρεσίς ἐστι καὶ τοῦ τί ἦν εἶναι, ὅτι τὴν | |
15 | ἀρχὴν μηδὲ ζητοῦμεν ἐν τούτοις τὸ διὰ τί ἐστιν. ἔστι δὲ τὸ αὐτὸ τό τε πρᾶγμα καὶ τὸ αἴτιον αὐτοῦ ἐφ’ ὧν ὁ ὁρισμὸς λαμβάνεται τοῦ προκειμέ‐ νου πράγματος· τοῦ γὰρ ἀνθρώπου αἴτιον τὸ ζῷον πεζὸν δίπουν ταὐ‐ τὸν ὂν αὐτῷ. διὸ οὐκ ἔστι τούτου ἄλλο τι αἴτιον· ἀλλ’ οὐδ’ ἀπόδειξις πάλιν ἐστὶ τοῦ τί ἐστιν. | |
20n | p. 93b19 Ὥσπερ καὶ ἐν τοῖς διαπορήμασιν εἴπομεν. | |
21 | Ὥσπερ καὶ ἐν τοῖς ἔμπροσθεν ἀπορηθεῖσιν ἐρρήθη, τινῶν τὸ τί ἦν εἶναι δι’ ἀποδείξεως εὑρίσκεταί τε καὶ γνωρίζεται, οἷς τῆς ὑπάρξεως ἕτερόν τί ἐστιν αἴτιον· οἷς δὲ οὐκ ἔστιν αἴτιον, τούτων οὐδ’ ὁ ὁρισμὸς δι’ ἀπο‐ δείξεως γινώσκεται. | |
25n | p. 93b21 Ἔστι δὲ τῶν μὲν ἕτερόν τι αἴτιον, τῶν δ’ οὐκ ἔστι καὶ | |
26n | τὰ ἑξῆς. | |
27 | Δείξας ὅτι ἐν τῇ τοῦ ὅτι ἔστι διὰ τῆς προσεχοῦς αἰτίας δείξει καὶ ἡ τοῦ τί ἐστι γνῶσίς τε καὶ εὕρεσις γίνεται, εἰπὼν δὲ τοῦτο γίνεσθαι ἐφ’ | |
οὗ ἐστιν αἴτιον ἄλλο (ἐφ’ ὧν γὰρ ἀποδεικτὸν τὸ ὅτι ἔστι, καὶ αἴτιόν τι | 565 | |
13,3566 | ἔχειν· ἐπὶ μὲν γὰρ τινῶν τὸ εἶναι καὶ τὸ ὅτι ἔστιν ἀποδεικτόν τέ ἐστι καὶ διὰ μέσου αἰτίου δείκνυται· ἐπ’ ἐνίων δ’ ἀναπόδεικτον· τὰ γὰρ πρῶτα ὅτι ἔστιν, οὐκ ἀποδείκνυται) τὴν αὐτήν φησιν ἔσεσθαι διαφορὰν καὶ τῶν τί ἐστι καὶ τῶν ὁρισμῶν. τοὺς μὲν γὰρ αὐτῶν οὐκ ἐν ἀποδείξει ληφθή‐ | |
5 | σεσθαι, ἂν ἁπλῶς τὰ [ὧν] ἐν οἷς εἰσιν οὐ δι’ ἀποδείξεως ὄντα δείκνυται· τοὺς δ’ ἐν ἀποδείξει ληφθήσεσθαι, ὅταν τὰ ὧν οἱ ὁρισμοὶ ὅτι ἔστιν ἀπο‐ δείκνυται· οἱ γὰρ μέσοι ὅροι, δι’ ὧν ἀποδείκνυνται, ἔσονται ὁρισμοὶ αὐτῶν. | |
8n | p. 93b29 Ὁρισμὸς δ’ ἐπειδὴ λέγεται εἶναι λόγος τοῦ τί ἐστι. | |
9 | Ποσαχῶς ὁ ὁρισμὸς λέγεται καὶ περὶ ποίου τὰ δεδειγμένα εἴρηται, | |
10 | δείκνυσί τε καὶ λέγει. ἦν δὲ ἐν οἷς προέθετο καὶ τοῦτο εἰπεῖν, τό τε τί ἐστιν ὁρισμὸς καὶ ὧν. ἐπεὶ οὖν ὁ ὁρισμὸς λέγεται λόγος τοῦ τί ἐστι, πλε‐ οναχῶς ἀκούσεται· τὸ γὰρ τί ἐστι καὶ τὸ τί σημαίνει, ἀλλὰ καὶ τίς ἡ οὐσία τοῦ πράγματος, ἀλλὰ καὶ τὸ εἶναι δηλοῖ. ὥστε ὁ ὁρισμὸς τῶν πλεοναχῶς λεγομένων εἴη ἄν. λόγος γὰρ τοῦ τί ἐστιν εἴη ἂν καὶ ὁ δηλω‐ | |
15 | τικὸς λόγος τοῦ τί σημαίνει τοὔνομα, ᾧ ἴσον ἐστὶ καὶ τὸ δεύτερον προστεθειμένον τῇ λέξει μόνῃ διαφέρον αὐτοῦ τὸ ἢ λόγος ἕτερος ὀνο‐ ματώδης, τουτέστι ταὐτὸν τῷ ὀνόματι σημαίνων λόγος καὶ ἕτερος τοῦ τὴν οὐσίαν δηλοῦντος· ὃν καὶ ἔχοντες, φησί, τὸν λόγον τὸν ὀνοματώδη τὸν δηλοῦντα τὸ τί σημαίνει τοὔνομα, ζητοῦμεν ἔτι τὸ διὰ τί ἐστιν. ὁ | |
20 | γὰρ τοῦ τριγώνου λόγον ἔχων, ὅτι τὸ τρεῖς γωνίας σημαῖνον, ὀνοματώδη λόγον ἔχει καὶ δηλοῦντα τί σημαίνει τοὔνομα· ἔτι γὰρ ζητεῖται ἐπὶ τῶν τοιούτων λόγων τὸ διὰ τί ἐστι τὸ τοῦτο σημαῖνον. χαλεπὸν δέ φησιν εἶναι λαβεῖν τὴν αἰτίαν τοῦ εἶναι ὃ ἀγνοεῖ τις ὅτι ἔστι· δύσκολον γὰρ καὶ ἀδύνατον ὁρισμὸν μετὰ τῆς αἰτίας τινὸς λαβεῖν τούτου ὃ μὴ οἶδέ τις ὅτι | |
25 | ἔστι τὴν ἀρχήν. ἄδηλον δὲ ἐπὶ τούτων τοῦτό ἐστι, διότι ἡ τοιαύτη γνῶ‐ σις τοῦ ὅτι ἔστιν ἀπὸ συμβεβηκότος γίνεται. | |
27n | p. 93b35 Λόγος δ’ εἷς ἐστι διχῶς, ὁ μὲν συνδέσμῳ, ὥσπερ ἡ | |
28n | Ἰλίας. | |
29 | Ταῦτα ἐν μέσῳ εἴρηκεν ἐνδεικνύμενος περὶ τοῦ ὁρισμοῦ, ὅτι λόγον | 566 |
13,3567 | εἶναι ἕνα δεῖ οὐ συνδέσμῳ ἀλλὰ τῷ ἓν καθ’ ἑνὸς δηλοῦν μὴ κατὰ συμβεβηκός. οὐ γὰρ εἷς λόγος ὁ ἓν ἔχων τὸ ὑποκείμενον καὶ ἓν τὸ κατηγορούμενον συμβεβηκότα μέντοι ἄμφω, οὐδ’ ὁ συμβεβηκὸς οὐσίας κατηγορῶν εἷς κυρίως λόγος, εἰ καὶ πρότασις μία· οὐ γὰρ μίαν φύσιν | |
5 | σημαίνει. διὰ ταύτης δὲ τῆς λέξεως παραιτοῖτο ἂν τὸν τοιοῦτον ὁρισμὸν τῷ ὀνόματι ταὐτὸν σημαίνοντα· συνδέσμῳ γὰρ εἷς εἶναι δύναται. | |
7n | p. 94a3 Διαφέρει γὰρ εἰπεῖν διὰ τί βροντᾷ καὶ τί ἐστι βροντή. | |
8 | Ὁ μὲν διὰ τί λέγων τὴν αἰτίαν λέγει τοῦ συμπεράσματος· οὕτω δ’ ἀπόδειξις γίνεται. ὁ δὲ λέγων τί ἐστι βροντή, συνάψας ὡς ἕνα λόγον, | |
10 | λέγει τὸ συμπέρασμα μετὰ τῆς αἰτίας. τοῦτο γὰρ αἴτιον τοῦ μὴ ἀπόδειξιν ἁπλῶς εἶναι· τῇ γὰρ θέσει διαφέρει τῆς ἀποδείξεως. τὸν γὰρ αὐτὸν λόγον ἄλλως μὲν ὁριζόμενοι λέγομεν, ἄλλως δ’ ἀποδεικνύντες. ἀποδεικνύντες γὰρ ‘βροντή ἐστι πυρὸς ἀπόσβεσις ἐν νέφει, ἡ ἀπόσβεσις πυρὸς ἐν νέφει ψόφος ἐστὶν ἐν νέφει, βροντὴ ἄρα ἐστὶ ψόφος ἐν νέφει‘ ἢ συνείροντες οὕτως | |
15 | ‘βροντή ἐστι διὰ ἀπόσβεσιν πυρὸς ἐν νέφει ψόφοσ‘, ὁριζόμενοι δὲ λέγομεν βροντὴν εἶναι ψόφον ἐν νέφει διὰ πυρὸς ἀπόσβεσιν, ταὐτὰ μὲν λέγοντες δι’ ἀμφοτέρων τῶν λόγων, οὐ μὴν ὁμοίως, ἀλλ’ ἐν μὲν τῷ ὁρισμῷ τὴν αἰτίαν καὶ τὸν μέσον ὅρον ὕστερον τιθέντες, ἐν δὲ τῇ ἀποδείξει μέσον τε καὶ πρὸ τοῦ συμπεράσματος. ἀπόδειξιν δὲ συνεχῆ ἔφη, ἢ ὅτι ἐν πρώτῳ σχήματι· | |
20 | τὰ γὰρ ἐν τούτῳ συνεχῆ τὴν τάξιν καὶ τὴν ἀκολουθίαν λαμβάνει τῷ τὸν μέσον μὴ ἔξω τῶν ἄκρων ἀλλὰ μεταξὺ κεῖσθαι. ἢ συνεχῆ, ὅτι μὴ διῃρημένη εἰς προτάσεις ἀλλ’ ὑφ’ ἓν ἐξενηνεγμένη· ὁ γὰρ λέγων λόγος ‘διὰ τὸ ἀπο‐ σβέννυσθαι τὸ πῦρ ἐν τοῖς νέφεσιν ὁ ἐγγινόμενος ἐν αὐτοῖς ψόφος βροντή ἐστιν‘ οὐκ ἔχει διῃρημένον τὸν λόγον εἰς τὰς προτάσεις οὐδὲ δὶς τὸν | |
25 | μέσον λαμβανόμενον, ἀλλὰ συνεχεῖς εἴρηκε τοὺς ὅρους. | |
26n | p. 94a13 Τρίτος δὲ τῆς τοῦ τί ἐστιν ἀποδείξεως συμπέρασμα. | |
27 | Πῶς μὲν ἔστι τοῦ τί ἐστιν ἀπόδειξις, ὅτι λαμβάνεται ἐν ἀποδείξει· οὐκ ἔστι δ’ οὕτως ὥστε ἀπόδειξιν αὐτοῦ εἶναι. ἢ ὅτι τοῦ μὲν ὡς συμ‐ περάσματος ὁρισμοῦ ἔστιν, τοῦ δ’ ὡς ἀποδείξεως οὐκ ἔστι. | |
30 | Καὶ τίνων ἔστι καὶ τίνων οὐκ ἔστιν ἀπόδειξις. τῶν μὲν γὰρ | |
ἀπὸ τῆς αἰτίας λαμβανομένων, οἳ τῆς ἀποδείξεως διαφέρουσι θέσει, καὶ τῶν | 567 | |
13,3568 | ἀναποδείκτων θέσεων, οἷοί εἰσιν οἱ τῶν ἀμέσων ὁρισμοί, οὐχ οἷόν τε ἀπόδειξιν εἶναι, οὐδὲ τῶν κατὰ τὸ εἶδος καὶ τὴν αἰτίαν· τῶν δ’ ὡς συμπερασμάτων ὄντων ὁρισμῶν ἔστιν ἀπόδειξις. Ἔτι δ’ ὁρισμὸς ποσαχῶς λέγεται, ὅτι τετραχῶς. | |
5 | Καὶ πῶς τὸ τί ἐστι δείκνυσι καὶ πῶς οὔ· ὡς μὲν γὰρ ἐν ἀποδείξει λαμβανόμενος δείκνυσιν, ὡς δὲ δι’ ἀποδείξεως δεικνύμενος οὐ δείκνυσι. Καὶ τίνων ἔστι καὶ τίνων οὔ, ὅτι τῶν μὲν ἁπλῶν ἔστι, τῶν δὲ συνθέτων οὐκ ἔστιν· ὁ γὰρ ὁρισμὸς λόγος ἓν καθ’ ἑνὸς δηλῶν. ἢ ὅτι οὐκ ἔστι μὲν τῶν ἀναποδείκτων θέσεων, τῶν δ’ ἄλλων ἔστιν. | |
10 | Ἔτι δὲ πρὸς ἀπόδειξιν πῶς ἔχει, ὅτι θέσει διαφέρει τῆς ἀπο‐ δείξεως, καὶ ὅτι ὃ μὲν δείκνυται δι’ ἀποδείξεως, οὐκέτι δι’ ὁρισμοῦ, καὶ ἔμπαλιν, καὶ ὅτι ὁρισμὸς ἀποδείξει ταὐτὸν τῇ θέσει διαφέρων. | |
13n | p. 94a20 Ἐπεὶ δ’ ἐπίστασθαι οἰόμεθα. | |
14 | Ὅτι τετραχῶς τοῦ αἰτίου λεγομένου, εἰδικοῦ, ὑλικοῦ, ποιητικοῦ, τελικοῦ, | |
15 | ὁ μέσος ὅρος δύναται ἀφ’ ἑκάστου τούτων 〈τῶν〉 τεσσάρων λαμβάνεσθαι ἐν τῇ τοῦ διὰ τί γνώσει τε καὶ ἀποδείξει, ἥτις καὶ μάλιστα ἐπιστήμη ἐστί. | |
17n | p. 94a23 Πᾶσαι αὗται διὰ τοῦ μέσου δείκνυνται. | |
18 | Πάσας τὰς αἰτίας φησὶ διὰ τοῦ μέσου δείκνυσθαι, τουτέστι λαμβά‐ νεσθαι διὰ τοῦ μέσου· οὐ γὰρ αἱ αἰτίαι διὰ τοῦ μέσου ἀποδείκνυνται, ἀλλὰ | |
20 | λαμβανόμεναι διὰ τοῦ μέσου καὶ μέσοι ὅροι γινόμεναι ἐν ταῖς ἀποδείξεσι δείκνυνται, ὡς ἐδείχθη ἐπὶ τῆς κατὰ τὸ τί ἦν εἶναι αἰτίας. Διὰ τοῦ τίνος ὄντος ὀρθή; ἐδήλωσε τὸν τρόπον τῆς αἰτίας, ὅτι τὴν ὡς ὕλην αἰτίαν ζητεῖ. τοῦ δὲ συμπεράσματος τοῦ τὴν ἐν ἡμικυκλίῳ γωνίαν ὀρθὴν εἶναι αἴτιον ὡς ὕλη μέσος ὅρος ληφθεὶς τὸ δύο ὀρθῶν | |
25 | ἡμίσεια· δέδεικται δὲ τοῦτο ἐν τῷ τρίτῳ τῶν Εὐκλείδου Στοιχείων. οὐχ ὅτι δὲ ὕλη τοῦ τὴν ἐν ἡμικυκλίῳ γωνίαν ὀρθὴν εἶναι τὸ ἡμίσειαν 〈εἶναι〉 δύο ὀρθῶν λέγει, ἀλλ’ ὅτι τοῦτο ληφθὲν τὰς δύο προτάσεις ἐποίησεν, αἳ ὗλαί εἰσι τοῦ συλλογισμοῦ. ὡς συλλογισμοῦ οὖν ὕλη ἀλλ’ οὐχ ὡς τοῦ ὀρθὴν εἶναι τὴν ἐν ἡμικυκλίῳ· τοῦτο γὰρ μᾶλλον ὡς τοῦ τί ἦν | |
30 | εἶναι αἴτιον εἶναι τὸ ἡμίσειαν εἶναι δύο ὀρθῶν, εἰ λόγον τις τοῦτο | |
τῆς ὀρθῆς ἀποδοίη. | 568 | |
13,3569(1n) | p. 94a32 Τοῦ Β οὖν ὄντος ἡμίσεος δύο ὀρθῶν τὸ Α τῷ Γ | |
2n | ὑπάρχει καὶ τὰ ἑξῆς. | |
3 | Ὅτι ὁ μέσος ὅρος οὗτος ὁ τὰς δύο προτάσεις ποιῶν καὶ διὰ τοῦτο ὡς ὕλη ἐν τῷ συλλογισμῷ αἴτιος ὢν καὶ ἴσος ὢν τῷ Α, ἐπεὶ ὁ ἴσος τινὶ | |
5 | ὀνόματι λόγος ὁρισμὸς ἐκείνου εἶναι δοκεῖ, κατὰ τοῦτο τὸ σημαινόμενον, φησίν, εἴη ἂν ὁρισμὸς καὶ τί ἦν εἶναι τοῦ κατηγορουμένου ἐν τῷ συμπερά‐ σματι τί σημαίνει ἡ ὀρθὴ λέγων, οὐ τίς ἡ οὐσία αὐτῆς· ἦν γάρ τι τοῦ ὁρισμοῦ σημαινόμενον καὶ τοιοῦτον· ὁ γὰρ λέγων ὁρισμὸς ὅτι δύο ὀρθῶν ἡμίσειά ἐστι τί σημαίνει ἡ ὀρθὴ λέγοι ἄν, οὐ τί ἐστιν. εἰ δὴ ὁ μέσος ὅρος, | |
10 | καθὸ αἴτιος τῶν δύο προτάσεων, τὴν ὑλικὴν αἰτίαν ἔχει, δῆλον ὅτι κατ’ ἄλλο μὲν ὡς ὕλη αἴτιος ἔσται, κατ’ ἄλλο δὲ ὡς εἶδος ἢ ποιητικὸν ἢ τελικὸν αἴτιον. εἰ γὰρ κατὰ πάντας τοὺς τρόπους τοῦ αἰτίου μέσος λαμβάνεται, ὡς δείκνυσι, καθ’ ὃν δ’ ἂν ληφθῇ, τῷ μέσος εἶναι αἴτιός ἐστι τῶν δύο προτάσεων, εἴη ἄν, καθ’ ὃν ἂν τρόπον αἰτίου λαμβάνηται, ἀναγκαίως ὡς | |
15 | ὕλη γινόμενος αἴτιος. οὐ μόνον δ’ ἡ τοιαύτη ὕλη, 〈ἥ〉τις ἐστὶν ἐν συλλο‐ γισμῷ οὖσα τοῦ συμπεράσματος ὕλη, ἀλλὰ καὶ ἡ κυρίως λεγομένη ὕλη, ἥ‐ τις ἐστὶ τοῦ δεικνυμένου πράγματος ὕλη, μέσος ὅρος λαμβάνεται ἐν συλλογισμῷ. | |
19n | p. 94b8 Ὅσων δ’ αἴτιον τὸ ἕνεκά τινος, οἷον διὰ τί περιπατεῖ; | |
20n | καὶ τὰ ἑξῆς. | |
21 | Ὄντος τοῦ συλλογισμοῦ τοιούτου, μετὰ ταῦτα δείκνυσι πῶς τὸ ὑγιαίνειν, ὅπερ τέλος καὶ οὗ ἕνεκα τῷ δεῖν ἀπὸ δείπνου περιπατεῖν, μέσος ὅρος ἐλήφθη. δοκεῖ γὰρ ἐπὶ τοῦ προκειμένου συλλογισμοῦ τοῦτο μὲν κατη‐ γορεῖσθαι, τὸ δὲ μὴ ἐπιπολάζειν τὰ σιτία πρὸς τῷ στόματι τῆς | |
25 | κοιλίας μέσος ὅρος εἰλῆφθαι. δεικνὺς δὴ τοῦτο λέγει τί οὖν αἴτιον τῷ Γ τοῦ τὸ Α ὑπάρχειν, τὸ οὗ ἕνεκα; ὃ ἴσον ἐστὶ τῷ ‘τί οὖν αἴτιον ὡς τέλος τε καὶ οὗ ἕνεκα τῷ Γ, τῷ ἀπὸ δείπνου περιπατεῖν, δι’ ὃ καὶ τὸ Α | |
ὑπάρχει αὐτῷ;‘. τὸ δὴ Β, φησίν, ὅπερ ἦν τὸ μὴ ἐπιπολάζειν τὰ σιτία | 569 | |
13,3570 | πρὸς τῷ στόματι τῆς κοιλίας, ὅ ἐστιν ὡς λόγος καὶ ὁρισμὸς τῆς ὑγείας εἰλημμένος. τοῦ γὰρ τὸ Β τοῦ Α ὥσπερ ὁρισμὸν καὶ λόγον εἶναι δεικτικὸν παρέθετο εἰπὼν τὸ γὰρ Α οὕτως ἀποδοθήσεται· ὑγιαίνειν γάρ ἐστι τὸ μὴ ἔχειν ἐπιπολάζοντα τὰ σιτία τῷ στόματι τῆς κοιλίας. ὁ ἄρα | |
5 | τοῦ αἰτίου τοῦ οὗ ἕνεκα ὅρος μέσος τεθεὶς ἔδειξε τὸ διὰ τί. εἰπὼν δὲ τοῦτο δ’ ἐστὶν ὥσπερ ἐκείνου λόγος, τοῦ ὑγιαίνειν τὸ μὴ ἐπιπολάζειν τὰ σιτία (οὐ γὰρ οὗτος ἁπλῶς ὑγείας ὁρισμός), ὅτι ὡς ὁρισμὸν ὄντα τῆς ὑγείας λαμβάνει ὁ δι’ αὐτοῦ δεικνύς, ἐδήλωσεν εἰπὼν τὸ γὰρ Α οὕτως ἀποδοθήσεται· τὸ γὰρ ὑγιαίνειν οὕτως ἀποδώσει ὁ διὰ τούτου δεικνὺς | |
10 | ὑγείας χάριν γίνεσθαι τὸν ἀπὸ δείπνου περίπατον. οὐκοῦν εἰ τῆς μὲν ὑγείας, ὅ ἐστιν οὗ ἕνεκα, λόγος καὶ ὁρισμός ἐστι τὸ μὴ ἐπιπολάζειν τὰ σιτία, διὰ δὲ τὸ μὴ δεῖν ἐπιπολάζειν τὰ σιτία τὸ ἀπὸ δείπνου περιπατεῖν, δι’ αἰτίου τοῦ οὗ ἕνεκα μέσου τεθέντος εἴη ἂν ὁ συλλογισμὸς γεγονὼς τοῦ ἀπὸ δείπνου δεῖν περιπατεῖν (οὐδὲν γὰρ διαφέρει ἢ αὐτό τι ἢ τὸν ὁρισμὸν αὐτοῦ | |
15 | ληφθῆναι), ὡς εἶναι τὸν συλλογισμόν· τῷ ἀπὸ δείπνου περιπατεῖν ἕπεται τὸ μὴ ἐπιπολάζειν τὰ σιτία τῷ στόματι τῆς κοιλίας ἴσον ὂν τῷ ὑγιαίνειν· τὸ δ’ ὑγιαίνειν καὶ μὴ ἐπιπολάζοντα ἔχειν τὰ σιτία προσῆκον καὶ δέον· τὸ ἀπὸ δείπνου ἄρα περιπατεῖν προσῆκον. ἢ οὕτως· δεῖ ὑγιαίνειν, τουτέστι μὴ ἔχειν ἐπιπολάζοντα τὰ σιτία τῷ στόματι τῆς κοιλίας· τοῦτο δὲ γίνεται διὰ | |
20 | τοῦ μετὰ δεῖπνον περιπάτου· δεῖ ἄρα μετὰ δεῖπνον περιπατεῖν. | |
21n | p. 94b18 Τί οὖν αἴτιον τῷ Γ τοῦ τὸ Α ὑπάρχειν; καὶ τὰ ἑξῆς. | |
22 | Λαβὼν τὸν δοκοῦντα τῆς ὑγείας ὁρισμόν, 〈ὃν〉 εἴληφε μέσον ὅρον, καὶ διὰ τούτου δείξας μέσον ὅρον ἐν τῇ ἀποδείξει γινόμενον τὸ οὗ ἕνεκα αἴτιον, ὅτι μηδὲν διαφέρει τὸν ὁρισμὸν ἢ οὗ ὁ ὁρισμός ἐστι λαβεῖν μέσον, ἐνεδεί‐ | |
25 | ξατο εἰπὼν δεῖ δὲ μεταλαμβάνειν τοὺς λόγους· ἐν γὰρ τῇ μεταλήψει τῶν ὀνομάτων εἰς τοὺς λόγους φανερώτερα γίνεται τὰ λεγόμενα. ἐπὶ γοῦν τοῦ προκειμένου τὸ μὲν τὸν ἀπὸ δείπνου περίπατον ὑγείας χάριν γίνεσθαι οὔτε γνώριμον τῷ μὴ δῆλον εἶναι πῶς ἐστιν αἴτιον ὑγείας· ἀντὶ δὲ τῆς ὑγείας | |
μεταληφθέντος τοῦ μὴ ἐπιπολάζειν τὰ σιτία τῷ στόματι τῆς κοιλίας γνώριμον | 570 | |
13,3571 | τὸ τὸν περίπατον τούτου χάριν γίνεσθαι· ὃ εἰ ἔστι τοῦ ὑγιαίνειν λόγος, ἅμα ἂν εἴη γνώριμον γινόμενον καὶ ὅτι ὁ ἀπὸ δείπνου περίπατος ὑγείας ἕνεκα γί‐ νεται. τὸ οὖν δεῖ δὲ μεταλαμβάνειν τοὺς λόγους εἶπε δεικνὺς ἡμῖν ὅτι οὕτως ἂν ἀποδεικνύοιμεν καὶ γνώριμον τὸ λεγόμενον ποιοῖμεν, εἰ τὸν | |
5 | ὁρισμὸν λαβόντες τοῦ οὗ ἕνεκα δι’ ἐκείνου δεικνύοιμεν αὐτό. ὁ δὲ τοῦ οὗ ἕνεκα ὁρισμὸς οὐδὲν ἄλλο ἢ τὸ οὗ ἕνεκέν ἐστιν· ὥστε, ὅταν οὗτος ᾖ μέ‐ σος, τὸ οὗ ἕνεκεν αἴτιον μέσον λαμβάνεται. | |
8n | p. 94b23 Αἱ δὲ γενέσεις ἀνάπαλιν ἐνταῦθα. | |
9 | Ὅτι αἱ γενέσεις ἀνάπαλιν ἔχουσιν ἐπὶ τῶν τελικῶν αἰτίων καὶ | |
10 | ἐπὶ τῶν ποιητικῶν· τὰ μὲν γὰρ ποιητικὰ αἴτια πρῶτα γίνεται τοῦ πράγ‐ ματος, τὰ δὲ τελικὰ τελευταῖα. | |
12n | p. 94b27 Ἐνδέχεται δὲ τὸ αὐτὸ καὶ ἕνεκά τινος εἶναι καὶ ἐξ | |
13n | ἀνάγκης. | |
14 | Ὅτι ἐνδέχεται τὸ αὐτὸ καὶ ἐξ ἀνάγκης εἶναι καὶ ἕνεκά του, | |
15 | ὁμοίως τε καὶ γενέσθαι ἐνδέχεται ἐξ ἀνάγκης καὶ ἕνεκά του. καὶ ἔστι τὸ μὲν ἐξ ἀνάγκης αἴτιον τὸ ὑλικόν, τὸ δὲ ἕνεκά του 〈τὸ〉 τελικόν, ὡς δύο αἰτίας τὸ αὐτὸ ἔχειν τοῦ εἶναι, ὡς τὸ διὰ τοῦ λαμπτῆρος φῶς, καὶ τοῦ γίνεσθαι, ὡς τὴν βροντήν, τήν τε ὑλικὴν καὶ τὴν τελικήν (ἔστι δ’ ἐν τοῖς κατὰ φύσιν γινομένοις τὸ μὲν ἐξ ἀνάγκης γινόμενον παρὰ τῆς ὕλης, | |
20 | τὸ δ’ ἕνεκά τινος παρὰ τοῦ εἴδους), πλεῖστα δὲ τοιαῦτα ἅμα εἶναι ἄμφω ἔχοντα ἐν τοῖς φύσει γινομένοις τε καὶ συνεστῶσι· διττὴ γὰρ ἡ φύσις, ἡ μὲν ἕνεκά του ποιοῦσα, ἡ κατὰ τὸ εἶδος, ἡ δὲ ἐξ ἀνάγκης, ἡ ὑλική. | |
23n | p. 94b34 Πλεῖστα δὲ τοιαῦτά ἐστι, καὶ μάλιστα ἐν τοῖς κατὰ | |
24n | φύσιν συνισταμένοις. | |
25 | Πλεῖστα εἶπεν ἐν τοῖς κατὰ φύσιν. οὐ γὰρ μόνον ἐν τούτοις ἀλλὰ καὶ ἐν τοῖς κατὰ τέχνην γινομένοις· ὁ γὰρ λαμπτὴρ κατὰ τέχνην γεγονὼς ἔχει τοῦ φωτίζειν ἀμφότερα τὰ αἴτια. | |
28n | p. 94b36 Ἡ μὲν γὰρ ἕνεκά του ποιεῖ φύσις, ἡ δ’ ἐξ ἀνάγκης. | |
29 | Ὅτι δύο αἱ φύσεις, ἡ μὲν ἕνεκά του ποιοῦσα, ἡ κατὰ τὸ εἶδος, | |
30 | ἡ δὲ ἐξ ἀνάγκης, ἡ ὑλική. | 571 |
13,3572(1n) | p. 94b37 Ἡ δὲ ἀνάγκη διττή. | |
2 | Ὅτι καὶ ἡ ἀνάγκη διττή, ἡ μὲν κατὰ φύσιν, ἡ δὲ βίᾳ. | |
3n | p. 94b37 Ἡ μὲν γὰρ κατὰ φύσιν καὶ τὴν ὁρμήν, ἡ δὲ βίᾳ ἡ | |
4n | παρὰ τὴν ὁρμήν. | |
5 | Τὸ μὲν κατὰ φύσιν ἀναγκαῖον πᾶν ἔχει καὶ τὴν ἕνεκά 〈του〉 αἰτίαν· ἡ γὰρ κατὰ τὸ εἶδος αἰτία τοιαύτη, ἐκτὸς εἰ μὴ πήρωμά τι γεγονὸς εἴη ἢ ἄλλο ἐπακολούθημα ὑλικοῦ περιττώματος. ἡ δὲ βίαιος ἀνάγκη δύναται καὶ τὸ ἕνεκά του ἔχειν· ῥίψοι γὰρ ἄν τις τὸν λίθον καὶ τινὸς χάριν· οὐ μὴν ἀλλὰ καὶ δύναται καὶ εἰκῇ καὶ μάτην γίνεσθαι. | |
10n | p. 95a3 Ἐν δὲ τοῖς ἀπὸ διανοίας τὰ μὲν οὐδέποτε ἀπὸ ταὐτο‐ | |
11n | μάτου ὑπάρχει. | |
12 | Καὶ τῶν μὲν φύσει γινομένων καὶ ἐξ ἀνάγκης καὶ αὐτομάτως τινὰ γίνεται· τὸ γὰρ αὐτόματον ἐν τοῖς γινομένοις φύσει. τῶν δ’ ἀπὸ δια‐ νοίας ἐξ ἀνάγκης μὲν οὐδὲν γίνεται· τὸ δ’ αὐτόματον, ἤτοι τὸ ἀπὸ τύ‐ | |
15 | χης, ἔνια μὲν αὐτῶν ἐπιδέχεται, ἔνια δ’ οὔ. καὶ διὰ τούτων δείκνυσιν ὅτι τὸ ἕνεκά του ποιεῖν ἔν τε τῇ φύσει ἐστὶ καὶ ἐν τῇ διανοίᾳ. | |
17n | p. 95a5 Τὰ δὲ καὶ ἀπὸ τύχης, οἷον ὑγίεια καὶ σωτηρία. | |
18 | Εἰπὼν τὰ μὲν ἀπὸ διανοίας γινόμενα μὴ γίνεσθαι ἀπὸ τύχης τὰ δὲ γίνεσθαι, τίνα ἐστὶ καθόλου, ἐν οἷς τὸ αὐτὸ οἷόν τε καὶ ἀπὸ δια‐ | |
20 | νοίας καὶ ἀπὸ τύχης γίνεσθαι, λέγει. τῶν γὰρ κατὰ τέχνην γινομένων ὅσα ἐνδέχεται καὶ οὕτως καὶ οὕτως γίνεσθαι, τουτέστι καὶ κατὰ τὴν βού‐ λησιν τοῦ τεχνίτου καὶ παρὰ ταύτην, ἐν τούτοις τὸ αὐτὸ οἷόν τε καὶ ἀπὸ διανοίας καὶ ἀπὸ τύχης γίνεσθαι. εἰσὶ τοιαῦται τῶν τεχνῶν αἱ στοχαστι‐ καί· αὗται γὰρ περὶ τοιαῦτα καταγίνονται ὡς ἐνδέχεσθαί ποτε καὶ τὸ ἀντι‐ | |
25 | κείμενον ἀποβῆναι, διὰ τὸ μὴ εἶναι ὡρισμένα καὶ πρόδηλα οἷς τε χρῶν‐ ται καὶ μή. περὶ δὲ τὰ οὕτως ἐνδεχόμενα καὶ μὴ οὕτως καὶ ἡ τύχη ἐστίν, ὅταν μὴ κατὰ βούλησιν τοῦ τεχνίτου γένηται, [καὶ] ὅτι τὸ ἕνεκά του ἢ φύσει ἢ τέχνῃ, οὐ μὴν ἀπὸ τύχης. | |
29n | p. 95a6 Μάλιστα δὲ ἐν ὅσοις ἐνδέχεται καὶ ὧδε καὶ ἄλλως. | |
30 | Ἐν γὰρ τοῖς ἐνδεχομένοις καὶ οὕτως καὶ μὴ οὕτως, οὐ τοῖς ἀπὸ τύχης | 572 |
13,3573 | γινομένοις ἀλλ’ ὅσα ἐνδεχόμενά ἐστι γινόμενα κατὰ τέχνην, ἐν τούτοις ἐνδέχεται ταὐτὰ καὶ ἀπὸ διανοίας καὶ κατὰ τέχνην καὶ ἀπὸ τύχης γίνε‐ σθαι, ὅταν γὰρ τῷ γινομένῳ κατὰ τέχνην ἄλλο τι ἀπαντήσῃ παρὰ τὸ οὗ χάριν ἐγίνετο. ἐν δὲ τοῖς τοιούτοις, ὅταν μὴ ἀπὸ τύχης γένηται τὸ | |
5 | γενόμενον, τότε ἕνεκά του καὶ ἀπὸ διανοίας γίνεται. | |
6n | p. 95a10 Τὸ δὲ αὐτὸ αἴτιόν ἐστι τοῖς γινομένοις καὶ τοῖς γεγε‐ | |
7n | νημένοις. | |
8 | Τὸ αὐτό, φησίν, αἴτιον εἶναι δεῖ τῷ εἴδει (τοῦτο γὰρ ἐνδεῖ τῇ λέξει) τοῖς γινομένοις τοῦ γίνεσθαι καὶ τοῖς γεγονόσι τοῦ γεγονέναι καὶ | |
10 | τοῖς ἐσομένοις τοῦ ἔσεσθαι καὶ τοῖς οὖσι τοῦ εἶναι, ἀλλὰ τοῖς μὲν γινομέ‐ νοις γινόμενον τὸ αὐτό, τοῖς δὲ γεγονόσι γεγονός, τοῖς δὲ ἐσομένοις ἐσό‐ μενον, ὥσπερ τοῖς οὖσιν ὄν. τὸ δ’ ὥσπερ καὶ τοῖς οὖσιν οὐκ ἀργῶς πρόσκειται· ὃ γὰρ τοῖς οὖσι, τοῦτο κἀκείνοις ὁμοίως κατὰ τὸν χρόνον ἀκολουθεῖ. εἰπὼν δὲ τὸ αὐτὸ αἴτιον εἶναι, πῶς τὸ αὐτό, ὅτι οὐ τῷ ἀριθ‐ | |
15 | μῷ ἀλλὰ τῷ εἴδει, ἐδήλωσεν εἰπὼν πλὴν τοῖς μὲν οὖσιν ὄν, τοῖς δὲ γινομένοις γινόμενον, τοῖς δ’ ἐσομένοις ἐσόμενον· ἰσοχρονεῖ γὰρ τὸ αἴτιον τῷ αἰτιατῷ· οὐ γὰρ οἷόν τε τὸ αὐτὸ κατ’ ἀριθμὸν ἅμα τε εἶναι καὶ ἔσεσθαι. εἰκότως δὲ συνδιαιρεῖται κατὰ τοὺς χρόνους τὰ κυρίως αἴτια τοῖς αἰτιατοῖς· ἅμα γὰρ τῇ φύσει ὡς πρός τι, ὥστ’ ἀδύνατον ὄντος τοῦ | |
20 | αἰτίου μὴ καὶ τὸ αἰτιατὸν εἶναι. ἢ εἰ αἴτιον λαμβάνοιτο καὶ [μὴ] οὗ ἐστιν αἴτιον ἐπὶ τῶν μὴ ἅμα, σώζοιτ’ ἂν τό τε μηδὲν ἀναιτίως γίνεσθαι καὶ τὸ μὴ πάντα ἐξ ἀνάγκης, ὃ ἔθεντό τινες ὡς ἑπόμενον τῷ μηδὲν ἀναιτίως γίνεσθαι, κάτωθεν καὶ ἀπὸ τῶν ὑστέρων τὴν ἀνάγκης ἀκολουθίαν ἡμῶν λαμβανόντων. ἣν καὶ ἐν τοῖς Φυσικοῖς μὲν ἔδειξεν εἰπὼν ἐν τῷ γίνεσθαι | |
25 | ἐξ ὑποθέσεως τὸ ἀναγκαῖον εἶναι· εἰ γὰρ τὸ ὕστερον, ἐξ ἀνάγκης τὸ πρό‐ τερον. καὶ νῦν δὲ τὸ αὐτὸ λέγει, ὅτι ἐκ τῶν ὑστέρων ἀρχόμενον σώζε‐ ται τὸ τῶν μὲν γεγονότων γεγονὸς καὶ τὸ αἴτιον εἶναι, τῶν δ’ ἐσομένων ἐσόμενον· οὐκέτι μέντοι, εἰ τὸ πρῶτον, καὶ τὸ δεύτερον, ὅτι μὴ πάντως | |
ὄντι τῷ πρώτῳ ἕπεται τὸ καὶ αἰτίῳ εἶναι. | 573 | |
13,3574(1n) | p. 95a22 Τὸ μὲν οὖν οὕτως αἴτιον καὶ οὗ αἴτιον ἅμα γίνεται. | |
2 | Ἀνάγκη πάντα τὰ αἴτια καὶ τὰ αἰτιατὰ συνυπάρχειν ἀλλήλοις, ἐὰν τὰ κατ’ ἐνέργειαν ὄντα αἴτια λαμβάνηται· ταῦτα γὰρ καὶ κυρίως αἴτια καὶ συνυπάρχοντα ἐξ ἀνάγκης τοῖς ὁμοίως λαμβανομένοις αἰτιατοῖς. αἴτια γὰρ | |
5 | τὰ μὲν δυνάμει ἐστὶ τὰ δ’ ἐνεργείᾳ τὰ δὲ τῷ πεποιηκέναι· ὡς δ’ ἔχει τὰ αἴτια, οὕτως ἔχει καὶ τὰ αἰτιατά. | |
7n | p. 95a24 Ἐπὶ δὲ τῶν μὴ ἅμα ἆρ’ ἔστιν ἐν τῷ συνεχεῖ χρόνῳ. | |
8 | Πῶς ἡ κατὰ τοὺς χρόνους ἀκολουθία σώζεται ἐφ’ ὧν μὴ συνυπάρ‐ χειν δοκεῖ μηδὲ σύγχρονον τὸ αἴτιον τῷ αἰτιατῷ, ἀλλὰ τὸ μὲν αὐτῶν | |
10 | πρῶτον εἶναι τὸ δὲ δεύτερον; δοκεῖ γὰρ εἶναί τινα καὶ οὕτως αἴτια· τοῦτο δ’ ἐν οἷς τὸ πρῶτον γεγονὸς δοκεῖ τοῦ μετ’ αὐτὸ 〈αἴτιον〉 εἶναι. δεί‐ κνυσι δ’ ὅτι μή ἐστι πάντως τὸ πρῶτον γεγονὸς αἴτιόν τινι τῶν μετ’ αὐτό. λαμβάνει δὲ πάντας τοὺς χρόνους, καθ’ ἃς δύναται τὸ πρῶτον τῶν μετ’ αὐτὸ αἴτιον λαμβάνεσθαι συμπλοκάς, ζητῶν πῶς τῆς ἀκολουθίας λαμβα‐ | |
15 | νομένης δύναται ἀληθὲς εἶναι τὸ πρῶτον τῶν μετ’ αὐτὸ αἴτιον εἶναι, ἐπεὶ δεῖ πάντως ἀκολουθεῖν ἀλλήλοις τὸ αἴτιον καὶ τὸ αἰτιατόν. | |
17n | p. 95a26 Τοῦ τόδε γενέσθαι ἕτερον γενόμενον. | |
18 | Ἀντὶ τοῦ ‘τοῦ ὕστερον γεγονότος πρὸ αὐτοῦ γεγονόσ‘, ὡς ἄμφω ἐπὶ τῶν γεγονότων εἶναι, οὐ μὴν καὶ ἅμα, ὥσπερ τὸ δεύτερον ἄμφω ἐπὶ τῶν | |
20 | ἐσομένων καὶ τὸ τρίτον ἄμφω ἐπὶ τῶν γινομένων· τοιοῦτον γὰρ καὶ τοῦ γίνεσθαι δ’, εἴ τι ἔμπροσθεν ἐγένετο· γράφεται δὲ καὶ τοῦ γίνε‐ σθαι τὸ τοῦτο γεγονέναι. διὰ γὰρ τούτων εἴληφε ποτὲ μὲν ἐπὶ τοῦ παρεληλυθότος χρόνου ἀμφότερα, τό τε αἴτιον καὶ τὸ αἰτιατόν, ποτὲ δ’ ἐπὶ τοῦ μέλλοντος. σώζεται δ’ ἐπὶ τούτων ἡ ἀκολουθία, ἐὰν ἀπὸ τῶν ὑστέ‐ | |
25 | ρων γένηται καὶ τῶν αἰτιατῶν. | |
26n | p. 95a28 Ἀρχὴ δὲ καὶ τούτων τὰ γεγονότα καὶ τὰ ἑξῆς. | |
27 | Ὅτι ἐπὶ τῶν γεγονότων οὐκ ἀναγκαία ἡ ἀπὸ τοῦ πρώτου γεγονότος ἀρχὴ τῆς ἀκολουθίας ἐπὶ τὸ μετ’ αὐτὸ καὶ δι’ αὐτὸ γεγονὸς ὡς εἶναι, | |
ὥσπερ ἐπὶ τοῦ αἰτίου ἀληθὲς τὸ γεγονέναι, οὕτως καὶ ἐπὶ τοῦ αἰτιατοῦ | 574 | |
13,3575 | πάντως ἀληθὲς τὸ καὶ αὐτὸ γεγονέναι, οὔτε ἐὰν ὁρίσαντες τὸν χρόνον λέ‐ γωμεν οὔτε ἐὰν ἀορίστως· ἐνδέχεται γὰρ τοῦ πρώτου γεγονότος, οἷον τοῦ θεμελίου, τὴν οἰκίαν μηδέπω γεγονέναι. οὕτω δ’ οὐκ ἀκολουθήσει τῷ αἰτίῳ τὸ αἰτιατόν, εἴ γέ ἐστιν οὐκ ἀληθὲς τὸ εἰ γέγονε τὸ αἴτιον, | |
5 | γεγονέναι καὶ τὸ αἰτιατόν. ἐν γὰρ τῷ μεταξὺ χρόνῳ, ἐν ᾧ τὸ μὲν ἕτερον γέγονεν, οἷον ὁ θεμέλιος, τὸ δὲ ἕτερον οὔ, ὡς ἡ οἰκία, οὐκ ἔστιν ἀληθὲς εἰπεῖν ὅτι, ἐπεὶ θεμέλιος γέγονε, καὶ οἰκία γέγονεν· τὸ γὰρ γεγονέναι λεγόμενον τὸ μήπω γεγονὸς οὐκ ἀληθές. ὥστε 〈οὐ〉 συγχρονήσει τῷ αἰτιατῷ τὸ αἴτιον οὕτω λαμβανομένης τῆς ἀκολουθίας. | |
10 | δεῖ δὲ τὸ ὥστ’ ἐπεὶ τοῦτ’ ἀληθὲς τοῖς πρὸ αὐτοῦ συνάπτειν ἔτι· οὔτε γὰρ ἀορίστου οὔτε ὁρισθέντος ἔσται χρόνου ὃ ἐδήλωσε διὰ τούτου. ὡς δ’ ἐπὶ τῶν γεγονότων ψευδὴς ἡ ἀκολουθία, οὕτω καὶ ἐπὶ τῶν ἐσομένων· οὐ γὰρ ἀληθὲς ἐπὶ τῶν ἐσομένων ἔσται ἀεὶ ὅτι, εἰ τὸ πρῶ‐ τον, ἔσται καὶ τὸ μετ’ αὐτό, οὐδ’ ἐπεὶ τόδε γέγονε, τόδε ἔσται. καὶ | |
15 | λέγει τούτου τὸ αἴτιον, ὃ καὶ τῶν φθασάντων ἐστὶν αἴτιον, ὅτι τὸ μέσον δεῖ, τουτέστι τὸ αἴτιον τὸ κυρίως αἴτιον τοιοῦτον ᾧ πάντως τὸ αἰτιατὸν συνυπάρχει, ὁμόγονον εἶναι τῷ αἰτιατῷ, τουτέστι τοῦ αὐτοῦ χρόνου καὶ συνυπάρχειν καὶ ὁμοῦ γίνεσθαι. | |
19n | p. 95a39 Ἔτι οὔτε ἀόριστον ἐνδέχεται εἶναι τὸν χρόνον. | |
20 | Ζητεῖ, εἰ μὴ ἐξ ἀνάγκης ἕπεται τοῖς πρώτοις τὰ δεύτερα μηδ’ ἐστὶ τὸ πρῶτον γινόμενον καὶ αἴτιόν τινος ἐσομένου, διὰ ποίαν αἰτίαν μετὰ τὰ πρῶτα γίνεταί τινα καὶ ἔστι συνέχεια αὐτῶν, ὥστε μετὰ τὸ γεγονέναι τόδε τι, φέρε εἰπεῖν θέρος, γίνεσθαι μετόπωρον καὶ μὴ διαλείπειν, εἴ γε μή ἐστιν αἴτιον τοῦ μετοπώρου τὸ θέρος. ἐν μὲν οὖν τῷ Η τῆς Φυσι‐ | |
25 | κῆς ἀκροάσεως ζητῶν τοῦτο φυσικὴν αὐτοῦ τὴν αἰτίαν ἀποδέδωκεν, ὅτι ἡ τοῦ πέμπτου σώματος ἀίδιος περιφορὰ αἰτία τοῦ τὴν γένεσιν συνείρειν. ἐνθάδε δὲ ὅσον μόνον λῦσαι τὸ ἀπορούμενον λέγει φησὶ γὰρ ὅτι οὐδὲ τὴν ἀρχήν ἐστι συνεχῆ τὰ γινόμενα τοῖς γεγονόσιν· οὐ γάρ, εἰ ὁ χρόνος ὁ πᾶς συνεχὴς ἑαυτῷ, ἤδη καὶ ὁ τούτων χρόνος, ἐν ᾧ ταῦτα γίνεται, | |
30 | συνεχής. ὥστ’ εἰ μὴ εἴη τοῦτο, οὐδ’ ἂν αἴτια αὐτοῦ δεόντως ἐπιζητοῖ‐ το. ὅτι οὖν μή ἐστιν ἐχόμενα καὶ συνεχῆ τὰ γεγονότα τοῖς γινομένοις, | |
δείκνυσι δείξας πρῶτον ὅτι μηδὲ τὰ γεγονότα ἀλλήλοις ἐστὶ συνεχῆ, εἰ | 575 | |
13,3576 | τὸ μὲν πρῶτον εἴη γεγονός, τὸ δὲ μετ’ αὐτό. ὅτι δὲ τὰ γεγονότα οὐκ ἔστι συνεχῆ ἀλλήλοις, παρίστησι διὰ τοῦ πᾶν τὸ γεγονός, ὅτε πρῶτον γέ‐ γονε, μὴ ἐν χρόνῳ ἀλλ’ ἐν πέρατι χρόνου γεγονέναι. τὸ μὲν γὰρ γινόμενον πᾶν ἐν χρόνῳ γίνεται, τὸ δὲ γεγονὸς ἐν πέρατι χρόνου· τοῦτο δ’ ἐστὶ τὸ | |
5 | νῦν, ὃ ἀδιαίρετον. δέδεικται δὲ ταῦτα ἐν τῇ Φυσικῇ ἀκροάσει. εἰ δὲ συνεχῆ μὲν ταῦτα τῶν ἐν χρόνῳ ὧν ὁ χρόνος συνεχής, τὰ δ’ ἐν οἷς τὰ γεγονότα γέγονεν οὔτε χρόνοι (πέρατα γὰρ χρόνων καὶ οὐ χρόνοι) οὔτε συνεχῆ (οὐδὲν γὰρ συνεχὲς ἐξ ἀδιαιρέτων), οὐδ’ ἂν τὰ γεγονότα συνεχῆ ἀλλήλοις εἴη· ὡς γὰρ ἐκ στιγμῶν οὐχ οἷόν τε συνεχὲς γενέσθαι, οὕτως | |
10 | οὐδὲ ἐκ τῶν ἐν οἷς τὰ γεγονότα. δείξας δέ, ὅτι τὰ γεγονότα οὐ δύναται εἶναι συνεχῆ ἀλλήλοις, ἑξῆς δείκνυσιν ὅτι μηδὲ γεγονός τι γινομένῳ συνε‐ χὲς οἷόν τ’ εἶναι. τὸ μὲν γὰρ γεγονὸς ἐν ἀδιαιρέτῳ γέγονεν, ἐν γὰρ τῷ νῦν· τὸ δὲ γινόμενον ἐν διαιρετῷ, ἐν χρόνῳ γάρ· οὐχ οἷόν τε δὲ συνεχὲς εἶναι διαιρετὸν ἀδιαιρέτῳ. συνεχῆ γὰρ ταῦτα ὧν κοινὸς ὅρος· τὸ δ’ ἀδιαί‐ | |
15 | ρετον οὐδὲν ἔχον κοινὸν 〈οὐδ’ ὅρον κοινὸν〉 ἕξει πρός τι. | |
16n | p. 95b10 Μᾶλλον δὲ φανερῶς ἐν τοῖς καθόλου περὶ κινήσεως | |
17n | δεῖ λεχθῆναι περὶ τούτων. | |
18 | Ἐν τοῖς τελευταίοις τέτρασι λόγοις τῆς Φυσικῆς ἀκροάσεως· εἴρηται γὰρ ἐν ἐκείνοις τίνα τὰ συνεχῆ, τίνα τὰ ἐχόμενα, τίνα τὰ ἐφεξῆς, τίνα | |
20 | χωρίς, τίνα ἅμα· ἀλλὰ καὶ τὴν αἰτίαν ἐν ἐκείνοις ἀποδέδωκε τοῦ τὴν γέ‐ νεσιν συνείρειν. | |
22n | p. 95b13 Περὶ μὲν οὖν τοῦ πῶς ἂν ἐφεξῆς γινομένης τῆς γενέ‐ | |
23n | σεως ἔχοι τὸ μέσον τὸ αἴτιον ἐπὶ τοσοῦτον εἰλήφθω. | |
24 | Οὐκ εἶπε ‘πῶς συνεχοῦς γινομένης τῆς γενέσεως‘ ἀλλ’ ἐφεξῆς· | |
25 | ἔδειξε γὰρ ὅτι μὴ συνεχής. πῶς οὖν τὸ μέσον ἔχει, ὃ καὶ αἴτιον τῆς τῶν ἄκρων συναγωγῆς, ἐν τοῖς ἐφεξῆς γινομένοις, εἴρηκε, τουτέστι πῶς λαμβανόμενον μέσον τε καὶ αἴτιον ἂν εἴη τοῦ τε πράγματος καὶ τοῦ συμ‐ περάσματος, ὅτι ἀπὸ τῶν ὑστέρων λαμβανόντων αὐτῶν τὴν ἀκολουθίαν, τουτέστιν ἀναγκαῖον καὶ ἐν τούτοις, εἰ οὕτω λαμβάνοιτο ἡ ἀκολουθία, | |
30 | πρώτου λαμβανομένου τοῦ αἰτιατοῦ, τὸ μέσον τοῦ ὑστέρου αἴτιον εἶναι. τὸ δὲ προσεχὲς αἴτιον καὶ τὸ οὗ αἴτιον ἄμεσα· τοῦτο δ’, ὅτι συνυπάρχουσιν | |
ἀλλήλοις τό τε αἴτιον καὶ τὸ αἰτιατόν. ὅτι δὲ πρῶτον εἶπε τὸ ὕστερον | 576 | |
13,3577 | γεγονός (τῆς ἀκολουθίας γὰρ πρῶτον γίνεται), ἐδήλωσεν εἰπὼν ἀρχὴ δὲ τὸ Γ· τοῦτο γὰρ ὑποθέμενος εἶναι τὸ ὕστερον γεγονὸς ἀρχὴν αὐτὸ εἶπε διὰ τὸ ἐγγύτερον εἶναι τοῦ νῦν. | |
4n | p. 95b22 Οὕτω δὲ λαμβάνοντι τὸ μέσον. | |
5 | Οὕτω φησὶ τὴν ἀκολουθίαν κάτωθεν λαμβάνεσθαι καὶ τὸ μέσον καὶ αἴτιον προγενέστερον τιθέντι· οἷον πάλιν τῶν Γ Δ εἰ μέσον τι ἄλλο λάβωμεν, ἔσται συμπέρασμα τὸ Γ Δ, ὃ ἦν πρότερον προτέρῳ. καὶ οὕτω δὴ ἀεὶ τῶν λαμβανομένων πρότερον ἐν τῇ ἀκολουθίᾳ μέσον τι μεταξὺ γεγονὸς αὐτῶν λαμβανόντων ἡμῶν ἤτοι στήσεταί ποτε ἡ τοῦ μέσου λῆψις εἰς ἄμεσον | |
10 | ἀκολουθίαν, ἢ ἀεὶ καὶ ἐπ’ ἄπειρον ἔσται πάλιν τῶν γεγονότων μέσον τι γεγονὸς λαμβάνειν. ὅσον μὲν οὖν ἐπὶ τῷ χρόνῳ ἀεὶ ἔσται μέσον τι πάντων δύο γεγονότων· τῷ γὰρ πᾶν τὸ γεγονὸς ἐν τῷ νῦν γεγονέναι, πάντων δὲ τῶν νῦν μεταξὺ χρόνον ἐπ’ ἄπειρον εἶναι διαιρετὸν πάντων ἔσται τῶν γεγονότων τι μεταξὺ δυνατὸν λαβεῖν. ἐπεὶ δὲ μὴ ἀνάγκη ἐν παντὶ τῷ χρόνῳ | |
15 | γεγονέναι τι ἢ γίνεσθαι (οὐ γὰρ συνεχῆ τὰ γινόμενα, ὡς ἔδειξεν), ἔσται τινὰ καὶ ἄμεσα γεγονότα λαβεῖν, ὧν μεταξὺ μὲν τοῦ γεγονότος χρόνος ἔσται, οὐ μὴν καὶ γεγονός τι μεταξύ, ὡς εἶναι αὐτὰ ἐφεξῆς ἀλλήλοις μηδενὸς αὐτῶν γεγονότος μεταξύ. οὕτως οἷόν τε ἔσται ἄμεσα γεγονότα λαβεῖν, αἳ ἀρχαὶ τῆς ἀποδείξεως κατὰ τὴν ἀκολουθίαν τὴν προειρημένην ἔσονται, καὶ | |
20 | ἔσται ἡ ἀρχὴ ἀπὸ τοῦ ἐσχάτου νῦν γεγονότος. αὐτὸς δὲ περὶ μὲν τοῦ ἄμεσά τινα ληφθήσεσθαι μετὰ τὸ τελευταῖον μὲν γεγονὸς πρῶτον δὲ λαμβάνειν οὐ διαβεβαιούμενος, ὅτι μέντοι ἔσται τι ὃ πρῶτον ληφθήσεται, ὃ οὕτως μέσον ἔσται τῷ μηδὲν μηδέπω γεγονέναι μετ’ αὐτό, ὃ πρὸ τούτου ἐλάμβανε, τοῦτο πάντως ἔσεσθαι λέγων· τὸ γὰρ τῷ νῦν ἐνεστῶτι πλησίον, | |
25 | μεθ’ ὃ οὐθὲν γέγονε, πρῶτον καὶ ἀρχὴ καὶ ἄμεσον. | |
26n | p. 95b25 Ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἔσται· εἰ γὰρ ἀληθὲς εἰπεῖν. | |
27 | Ὡς ἐπὶ τῶν γεγονότων εἶχε κατὰ τὸ μὴ εἶναι συνεχῆ ἀλλήλοις τὰ γεγονότα ἀλλ’ εἶναι πάντων τῶν γεγονότων μεταξὺ χρόνον, ὃς ἐπ’ ἄπειρόν ἐστι διαιρετός (συνεχὴς γάρ), οὕτως καὶ ἐπὶ τῶν ἐσομένων. οὐδὲ γὰρ τὰ | |
30 | ἐσόμενα συνεχῆ ἀλλήλοις· καὶ γὰρ τὸ ἐσόμενον ἐν ἀτόμῳ, ὡς καὶ τὸ | |
γεγονός· γέγονε μὲν γὰρ ἐν χρόνῳ, παύεται δὲ τοῦ γεγονέναι καὶ γεγονός | 577 | |
13,3578 | ἐστιν ἐν ἀτόμῳ. εἶναι δὴ 〈δεῖ〉 καὶ μεταξὺ τούτων χρόνον ἐπ’ ἄπειρον διαι‐ ρετόν. δεῖ δὲ καὶ ἐπὶ τῶν ἐσομένων καὶ τῶν ἐπ’ ἐκείνων συλλογισμῶν ἀρχὴν λαμβάνειν ἀμέσους προτάσεις· οὐ γάρ, εἰ πάντων τῶν ἐσομένων χρόνος μεταξύ, ἤδη καὶ τῶν ἐσομένων ἐσόμενόν τι, ὥσπερ οὐδὲ τῶν γεγονότων | |
5 | γεγονός. ἢ ἄμεσον ἀρχὴν εἶπεν ἀντὶ τοῦ ‘ἔσχατόν τι ὁρίσαν τὰ ἐσόμενα ἀφ’ οὗ ἡ ἄνοδος ἐπὶ τὰ πρὸ αὐτοῦ ἐσόμενα‘. ἢ ἀρχὴ ἄμεσος ληπτέα ἀντὶ τοῦ ‘πρότασίς τις χωρὶς μέσου, ἥτις ἀρχή ἐστι τοῦ συλλογισμοῦ‘. δείκνυσι δὲ τὴν εἰρημένην ἀκολουθίαν οὕτως ἔχουσαν καὶ ἐπὶ τῶν ἔργων τε καὶ πραγμάτων τῶν τε ἤδη γενομένων καὶ τῶν ἐσομένων. | |
10n | p. 95b38 Ἐπεὶ δὲ ὁρῶμεν ἐν τοῖς γινομένοις κύκλῳ τινὰ γένεσιν | |
11n | οὖσαν. | |
12 | Εἰπὼν τίνα μὲν τάξιν ἔχει τὸ αἴτιον ἐν τοῖς κυρίως αἰτίοις, ἃ καὶ ὁμόγονα εἶπε, τίνα δ’ ἐν τοῖς ἐφεξῆς γινομένοις, καὶ δείξας ἐπιμαρτυρού‐ μενα τὰ δεδειγμένα καὶ ἐπὶ τῶν ἔργων, ἐπεὶ καὶ τῶν ἔργων καὶ τῶν γι‐ | |
15 | νομένων ἐστί τινα 〈ἃ〉 καὶ ἀντιστρέφει ὡς μὴ μόνον τῷ ὑστέρῳ ἕπεσθαι τὸ πρὸ αὐτοῦ γεγονὸς ἀλλὰ καὶ τῷ πρώτῳ τὸ μετ’ αὐτό (κύκλῳ γὰρ ἡ γένεσίς τινων), λέγει περὶ τούτων, τίνα δύναται ἀντιστρέφειν ὡς ἀλλήλων αἴτια γίνεσθαι, καὶ ἐφ’ ὧν ἡ κύκλῳ γένεσις γίνεται. ὅτι δὲ τούτου αἴτιον τὸ ἐπ’ ἴσης αὐτὰ εἶναι καὶ ἀντιστρέφειν, δείκνυσι· τὸ γὰρ εἴπερ ἕποιντο | |
20 | ἀλλήλοις τὸ μέσον καὶ οἱ ἄκροι τὸ ἐπ’ ἴσης αὐτὰ εἶναι καὶ ἀντιστρέ‐ φειν δηλοῖ. ἐπὶ μὲν γὰρ τῆς οἰκίας καὶ τῶν λίθων οὐκ ἀντιστρέφει· οὐ γάρ, εἰ ἕπεται τῇ γενέσει τῆς οἰκίας ἡ τῶν λίθων παρασκευή, ἤδη καὶ τῇ τῶν λίθων παρασκευῇ ἡ τῆς οἰκίας γένεσις. ἀλλ’ οὐδ’ ἐπὶ τῶν ὁμογόνων, ὡς ἔφη, αἰτίων· οὐ γάρ, εἰ ἡ τῆς γῆς ἀντίφραξις αἰτία τῆς ἐκλείψεως, ἤδη καὶ ἡ | |
25 | ἔκλειψις αἰτία τῆς ἀντιφράξεως τῆς γῆς. φησὶ δὲ γίνεσθαι τὴν κύκλῳ δεῖξιν καὶ τὴν ἀντιστροφὴν τῶν αἰτιῶν, ἐφ’ ὧν ἕπονται ἀλλήλοις οἱ τρεῖς ὅροι τοῦ | |
συλλογισμοῦ ἐπ’ ἴσης ὄντες καὶ ἄλλοτε ἄλλου μέσου τε καὶ αἰτίου τιθεμένου. | 578 | |
13,3579(1n) | p. 96a8 Ἔστι δ’ ἔνια μὲν γινόμενα καθόλου· ἀεί τε γὰρ καὶ ἐπὶ | |
2n | παντὸς οὕτως ἢ ἔχει ἢ γίνεται. | |
3 | Δείξας ἐπὶ τῶν γινομένων ἐφ’ ὧν μὲν τὴν ἀκολουθίαν ὑγιᾶ ἐκ τῶν ὑστέρων ἀρχομένην, ἐφ’ ὧν δὲ καὶ ἀπὸ τῶν πρώτων, ὡς ἐπὶ τῶν κύκλῳ | |
5 | γινομένων, τὴν αἰτίαν τῶν διαφόρων ἀκολουθήσεων ἔοικε διὰ τούτων λέγειν. ἐπεὶ γὰρ τὰ μὲν τῶν γινομένων καθόλου γίνεται, ὃ ἐξηγούμενος εἶπεν ἀεί τε γὰρ καὶ ἐπὶ παντὸς οὕτως ἢ ἔχει ἢ γίνεται (τοιοῦτον γὰρ τὸ καθόλου), τὰ δ’ ἀεὶ μὲν οὔ, ὡς ἐπὶ τὸ πολὺ δέ (τοιαῦτα γὰρ τὰ πλεῖστα τῶν γινομένων κατὰ φύσιν), ἐν μὲν τοῖς ἀναγκαίως γινομένοις ἀκολουθεῖ | |
10 | καὶ τῷ πρώτῳ τὸ μετ’ αὐτό, οὐκέτι δὲ ἐν τοῖς ἐνδεχομένοις, ἀλλ’ ἐπὶ τούτων ἡ ἐκ τῶν ὑστέρων ὑγιὴς ἀκολουθία, ὥσπερ καὶ ἐπὶ πάντων τῶν κατὰ τέχνην γινομένων. τῶν δὲ ἐνδεχομένων συμπερασμάτων ἐν ταῖς ἀποδείξεσιν ἀνάγκη καὶ τὸ μέσον ἐνδεχόμενον εἶναι· εἰ γὰρ ἄμφω εἶεν κα‐ θόλου αἱ προτάσεις, τουτέστιν ἀναγκαῖαι, 〈ἀνάγκη〉 πάντως εἶναι καὶ τὸ | |
15 | συμπέρασμα ἀναγκαῖον· ὑπόκειται δ’ ἐνδεχόμενον εἶναι. ὡς δ’ ἐπὶ τῶν ἄλλων ἄμεσοί τινές εἰσιν ἀρχαὶ συλλογιστικαὶ [προτάσεις] (οὐ γὰρ οἷόν τ’ ἐπ’ ἄπειρόν τινων τὰ μέσα λαμβάνεσθαι), οὕτω καὶ ἐπὶ τῶν ἐνδεχομένων τε καὶ ὡς ἐπὶ τὸ πολὺ ἔσονταί τινες ἄμεσοι προτάσεις ἀρχὴν ἔχουσαι τὸ ὡς ἐπὶ τὸ πολὺ ἢ εἶναι ἢ γίνεσθαι. | |
20n | p. 96a20 Πῶς μὲν οὖν τὸ τί ἐστιν εἰς τοὺς ὅρους ἀποδίδοται. | |
21 | Τουτέστιν ἐν τοῖς ὅροις λαμβάνεται τοῖς ἐξ ὧν ὁ συλλογισμός· εἴρηκε γὰρ ὅτι μέσος ὅρος οὗτος ἐν ταῖς ἀποδείξεσι λαμβάνεται. ἢ ἀντὶ τοῦ ‘εἰς τοὺς ὁρισμούσ‘· οἱ γὰρ θέσει διαφέροντες ὁρισμοὶ τῆς ἀποδείξεως καὶ τὸ τί ἐστι τοῦ πράγματος, τουτέστι τὸ εἶναι τὸ πρᾶγμα λαμβάνουσι διὰ τοῦ | |
25 | τὴν αἰτίαν τῆς ὑπάρξεως αὐτοῦ λαμβάνειν. | |
26n | p. 96a21 Καὶ τίνα τρόπον ἀπόδειξις ἢ ὁρισμὸς ἔστιν αὐτοῦ ἢ | |
27n | οὐκ ἔστιν, εἴρηται πρότερον. | |
28 | Τοῦ τί ἦν εἶναι δηλονότι δεικτικόν, ὡς αὐτὸς εἴρηκε πρότερον. ἀπό‐ δειξις μὲν γὰρ ἁπλῶς δέδεικται ὅτι μὴ ἔστι τοῦ τί ἐστιν, ὅτι δ’ ἐν ἀπο‐ | |
30 | δείξει λαμβάνεται καὶ δι’ ἀποδείξεως γνωρίζεται. ἀλλὰ καὶ ὁρισμὸς αὐτοῦ | |
ὁ μὲν λέγων ‘λόγος ὁ δηλῶν τί σημαίνει τοὔνομα‘ οὐκ ἔστι. τῶν δὲ | 579 | |
13,3580 | ἄλλων σημαινομένων τοῦ ὅρου κυριώτατα μὲν ἦν ὅρος ‘λόγος ὁ θέσει τῆς ἀποδείξεως διαφέρων‘· διὰ γὰρ τοῦ τὴν αἰτίαν λαμβάνειν τῆς ὑπάρξεως τοῦ πράγματος καὶ τὸ εἶναι τὸ πρᾶγμα ἐδείκνυέ πως. ἤδη δὲ καὶ τὸ ὡς ἀρχὴ ἀποδείξεως καὶ τὸ ὡς συμπέρασμα· καὶ γὰρ ταῦτα ὁρισμοί πως τοῦ | |
5 | τί ἦν εἶναι. | |
6n | p. 96a22 Πῶς δὲ δεῖ θηρεύειν τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα. | |
7 | Μέθοδον ἡμῖν παραδίδωσι δι’ ἧς θηρεύειν τε καὶ εὑρίσκειν δυνη‐ σόμεθα τὸν ἑκάστου τῶν ζητουμένων ὁρισμόν, ἐπεὶ μὴ οἷόν τε δι’ ἀπο‐ δείξεως αὐτὸν δεικνύναι. καὶ ἐπεὶ ὁ ὁρισμὸς ἐκ τῶν ἐν τῷ τί ἐστι κα‐ | |
10 | τηγορουμένων, τουτέστι τῶν ἐν τῇ οὐσίᾳ, πῶς δυνησόμεθα λαμβάνειν τὰ χρήσιμα πρὸς τοὺς ὁρισμοὺς τοὺς ἑκάστου, λέγει. τῶν δὴ ὑπαρχόν‐ των τισὶ τὰ μὲν τισὶ μόνοις ὑπάρχει, ὡς μονάδι ἡ ἀρχὴ καὶ στιγμῇ τὸ ἀμέγεθες, τὰ δὲ καὶ τούτοις καὶ ἄλλοις καὶ ἐπὶ πλέον ἐπεκτείνεται. καὶ τῶν ἐπὶ πλέον ἐπεκτεινομένων τὰ μὲν οὐχ ὑπερβαί‐ | |
15 | νει τὸ γένος τὸ ἐκείνου οὗ βουλόμεθα τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα λαβεῖν, τὰ δὲ καὶ ἐπὶ τὰ ἀνομογενῆ ἐπεκτείνεται· οὐ γὰρ ὁμοίως ὑπάρ‐ χει [ἢ] τῷ ἀνθρώπῳ τὸ ζῷόν τε καὶ τὸ λευκόν. τῶν δὴ καθόλου κατη‐ γορουμένων ὅσα ἐπὶ πλέον λεγόμενα τοῦ προκειμένου μὴ ἐπὶ πλέον τοῦ γένους αὐτοῦ ἐπεκτείνεται, ταῦτα λαμβάνονται ὡς τῆς οὐσίας αὐτοῦ καὶ τοῦ | |
20 | τί ἦν εἶναι δηλωτικά. τῶν γὰρ ἐπὶ πλέον κατηγορουμένων τινὸς οὕτως μὴ μέντοι ἐκβαινόντων τὸ γένος, ἐν ᾧ ἐστιν, οὗ τὸ ἐπὶ πλέον κατηγορού‐ μενον εἴληπται, ἂν ληφθῇ ταῦτα, ὧν ἕκαστον ἐπὶ πλέον μὲν τοῦ ὁριζο‐ μένου ἐστί, πάντα δὲ ὁμοῦ μόνῳ καὶ παντὶ ὑπάρχει τῷ ὁριζομένῳ, ἐκεῖνα τὴν οὐσίαν αὐτοῦ ἐνδείξεται. καὶ εἴη ἂν ὁρισμὸς ὁ ἐκ τῶν καθόλου τε | |
25 | καὶ κοινῶν ἴδιόν τι ἀποτελῶν. | |
26n | p. 96a32 Τὰ δὴ τοιαῦτα ληπτέον μέχρι τούτου, ἕως τοσαῦτα | |
27n | ληφθῇ πρῶτον. | |
28 | Πρῶτον μὲν δείκνυσιν ὅτι ἐκ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων συντιθέμενος λόγος ἀναγκαίως ὑπάρχει τῷ ὑποκειμένῳ, δεύτερον δὲ ὅτι | |
30 | καὶ ὁρισμός ἐστιν αὐτοῦ. δεῖ δ’ ἀντὶ τοῦ τὰ καθόλου δ’ ἀναγκαῖα γε‐ | 580 |
13,3581 | γράφθαι ‘τὰ καθόλου γὰρ ἀναγκαῖα‘· ὡς γὰρ αἴτιον τοῦ τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα ἀναγκαῖα εἶναι παρέθετο τὸ ἀναγκαῖα εἶναι τὰ καθό‐ λου. τό τε γὰρ τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα καθόλου κατηγορεῖσθαι, φανερὸν 〈ὂν〉 τῷ δεδεῖχθαι διὰ τοῦ πρὸ τούτου βιβλίου, ὃ καὶ αὐτὸς εἶπε διὰ | |
5 | τοῦ ἐπεὶ 〈δὲ〉 δεδήλωται ἡμῖν ἐν τοῖς ἄνω, [ὃ καὶ αὐτὸ εἴρηται] δεικτικὸν ἂν εἴη τοῦ τὴν πρώτην πρότασιν εἶναι τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα [καθόλου] ἀναγκαῖα. 〈ὃ〉 εἴρηται μὲν καὶ αὐτὸ ἐν τῷ πρώτῳ, καὶ ἐν τούτῳ δὲ πρὸ ὀλίγου εἴρηκεν οὕτως· ‘τοῦτο γὰρ τὸ καθόλου, τὸ ἐπὶ παντὶ καὶ ἀεί‘, εἴη δ’ ἂν ἐν πρώτῳ σχήματι συναγόμενον τὸ τὰ ἐν τῷ τί ἐστι κα‐ | |
10 | τηγορούμενα ἀναγκαῖα εἶναι διὰ μέσου τοῦ καθόλου. | |
11n | p. 96b6 Ὅτι δὲ οὐσία, ἐκ τῶνδε δῆλον. | |
12 | Ἐπειδὴ μηδέπω αὔταρκες πρὸς τὸ εἶναι ὁρισμὸν τὸ ἐν τῷ τί ἐστι καὶ ἐξ ἀνάγκης κατηγορούμενον καὶ εἶναι τοῦτο ἐκεῖνα, δείκνυσιν, ὅτι καὶ οὐσία καὶ ὁρισμὸς ὁ εἰρημένος λόγος. εἰ γὰρ μή ἐστιν ὁρισμός, κατηγορεῖ‐ | |
15 | ται δ’ ἐν τῷ τί ἐστιν, εἴη ἂν γένος· τὸ γὰρ ἴδιον οὐκ ἐν τῷ τί ἐστιν, εἴ γε συμβεβηκός. ᾧ λόγῳ εἰ μέν τι ὄνομα εἴη ἐπιτεταγμένον, εἴη ἂν ὠνομασμένον τὸ γένος· εἰ δὲ μὴ εἴη δι’ ὀνόματος δηλούμενον, ἀνώνυ‐ μον. ἔνια μὲν γὰρ γένη ἀνώνυμά ἐστι καὶ διὰ λόγου δηλοῦται, ὡς τὸ ζῷον πεζὸν ἢ ζῷον πτηνόν· ταῦτα γὰρ γένη μέν, ἀλλ’ ἀνώνυμα. καθό‐ | |
20 | λου γάρ, ὅταν γένος μετὰ διαφορῶν τινος κατηγορῆται καὶ μὴ ᾖ ὁρισμὸς αὐτοῦ, γένος αὐτοῦ γίνεται ὁ προειρημένος λόγος καὶ ἐπὶ πλειόνων κατη‐ γορούμενος εἰδῶν καὶ οὐ τῆς τριάδος μόνον· τὰ γὰρ γένη ἐπὶ πλέον τῶν οἰκείων εἰδῶν, εἰ καὶ μὴ ἀεὶ ἐνεργείᾳ, κατά γε δύναμιν ἀεί. ἀλλὰ μὴν οὐδενὶ ὑπάρχει ἄλλῳ τὰ προειρημένα ἢ ταῖς ἀτόμοις τριάσιν· οὐσία ἄρα | |
25 | τὰ προειρημένα τῆς τριάδος. ὃ γὰρ κατὰ μηδενὸς ἄλλου κατηγορεῖται ἢ κατὰ τῶν ἀτόμων τῶν ὑπὸ τὸ εἶδος καὶ κατὰ πάντων αὐτῶν οὕτως ὡς ἐν τῷ τί ἐστι κατηγορεῖται, ἠθροισμένον ἐκ τῶν ἐπὶ πλέον ἐν τῷ τί ἐστι κατηγορουμένων τοῦ εἴδους, ὑφ’ ὃ τὰ ἄτομα, τοῦτο τοῦ εἴδους τοῦ κατὰ τῶν ἀτόμων ὁρισμός ἐστι. τῷ δὲ ὑποκείσθω ἀντὶ τοῦ ‘κείσθω καὶ ὁμο‐ | |
30 | λογείσθω κέχρηται· οὐ γὰρ ἀμφισβητεῖ κατ’ αὐτοῦ. | |
31n | p. 96b10 Εἰ τοίνυν μηδενὶ ὑπάρχει ἄλλῳ. | |
32 | Ὑπογράψας τὴν μέθοδον τὴν ὁριστικὴν ἐπὶ τῶν ἀτόμων εἰδῶν καὶ | 581 |
13,3582 | δείξας ὁρισμὸν ὄντα παντὸς εἴδους ἀτόμου λόγον ὃς ἤθροισται ἐκ τοιούτων, ἃ ἐν τῷ τί ἐστι κατηγορεῖται κατὰ μόνων τῶν ὑπὸ τὸ εἶδος ἀτόμων, καὶ πιστωσάμενος τὸ εἶναι τοῦ προκειμένου ὁρισμὸν τὸν εἰρημένον λόγον ἐκ τοῦ κατὰ μόνων αὐτὸν κατηγορεῖσθαι τῶν ἀτόμων τῶν ὑπ’ ἐκεῖνο, νῦν | |
5 | δείκνυσιν ὅτι καὶ ὁ τῶν γενῶν ὁρισμὸς ἀπὸ τῶν ὑπὸ τὸ γένος εἰδῶν, ἐν οἷς ἐστι τῷ γένει τὸ εἶναι, εὑρίσκεται. ἐπεὶ γὰρ ὁρισμοὶ οὐ μόνον ἀτό‐ μων εἰσὶν εἰδῶν ἀλλὰ καὶ γενῶν, πῶς δυνησόμεθα καὶ τοὺς τῶν γενῶν ὁρισμούς, ὧν εἰσι γενῶν ὁρισμοί, εὑρίσκειν; τὰ δὲ αὐτὰ πρῶτά τε εἴδη καὶ ἄτομα ἐκ παραλλήλου εἶπεν. | |
10n | p. 96b15 Χρὴ δὲ ὅταν ὅλον τι πραγματεύηταί τις. | |
11 | Ὅτι διὰ τῶν ὁρισμῶν τῶν ὑπὸ τὸ γένος πρώτων καὶ ἀτόμων εἰδῶν εὑρίσκομεν τὸν τοῦ γένους ὁρισμόν, πρῶτον μὲν τὸ γένος αὐτοῦ λαμβάνοντες (ἔχει γὰρ γένος, εἴ γε ὁριστόν ἐστιν), ἔπειτα ὅσα κοινῶς ὑπάρχει ἐν τοῖς ὁρισμοῖς τῶν ἀτόμων αὐτοῦ εἰδῶν. ἃ γὰρ κοινὰ πάντων τῶν ὑπὸ τὸ γένος | |
15 | ἐστὶν εἰδῶν μηδενὶ ἄλλῳ ὑπάρχοντα, ταῦτα συμπληροῖ τὸν τοῦ γένους αὐτῶν ὁρισμόν· ὡς γὰρ ὃ μόνων 〈κοινὸν〉 τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων τῶν ὑπὸ τὸ εἶδος ἀτόμων, τοῦτο ὁρισμὸς τοῦ εἴδους, οὕτω καὶ ἃ μόνοις πᾶσι τοῖς ὑπὸ τὸ γένος ἀτόμοις εἴδεσιν ὑπάρχει ἐν τῷ τί ἐστιν αὐτῶν κατηγορούμενα, ταῦτα τὴν οὐσίαν συμπληροῖ τοῦ γένους αὐτῶν. | |
20n | p. 96b25 Αἱ δὲ διαιρέσεις αἱ κατὰ τὰς διαφοράς. | |
21 | Εἰπών, τί ἐστιν ὁρισμὸς καὶ πῶς οἷόν τε ὁρίζεσθαι, ἐφεξῆς λέγει περὶ τῆς διαιρετικῆς μεθόδου, καὶ δείκνυσιν αὐτῆς τὸ χρήσιμον πρὸς τὴν εὕρεσιν τοῦ ὁρισμοῦ, πρὸς γὰρ τὸ λαμβάνειν τὰ καθόλου τε καὶ καθ’ αὑτὰ κατη‐ γορούμενα ἐπὶ πλέον, ἐξ ὧν ἀθροιζομένων τε καὶ συντιθεμένων ἡ ἴδιος | |
25 | οὐσία τοῦ προκειμένου δηλοῦται· ἐκ γὰρ τῆς διαιρέσεως τῆς κατὰ τὰς δια‐ φορὰς τοῦ γένους, οὗ εἶδός τι ὁρίσασθαι ζητοῦμεν, τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα ληψόμεθα τοῦ προκειμένου. χρήσιμοι δ’ αἱ διαιρέσεις, εἰ | |
καὶ μηδὲν δεικνύουσι συλλογιστικῶς, πρὸς τὸ ἀθροίζειν ἐξ αὐτῶν τὸ τί | 582 | |
13,3583 | ἐστι καὶ τὸν ὁρισμόν· τοῦτο γὰρ εἶπε τὸ συλλογίζεσθαι. χρήσιμοι δὲ καὶ πρὸς τὴν τάξιν τῶν ἐν τοῖς ὁρισμοῖς λαμβανομένων καὶ πρὸς τὸ μηδὲν παραλιπεῖν. | |
4n | p. 96b32 Εἰ γὰρ ἅπαν ἐκ δύο ἐστὶ καὶ ἕν τι τὸ ζῷον ἥμερον. | |
5 | Τουτέστιν εἰ κατὰ τὴν διαίρεσιν ἅπαν τὸ ἐκ τῆς διαιρέσεως λαμβανό‐ μενον καὶ συντιθέμενον τῷ διῃρημένῳ ἕν τι γίνεται καὶ γένος τοῦ μετ’ αὐτὸ καὶ ἐκ τούτου τοῦ γινομένου ἐκ τῆς συνθέσεως ἡ διαίρεσις γίνεται, δῆλον ὡς ἀεὶ ἡ δευτέρα διαίρεσις εἰς ἐλάττω ἔσται καὶ οὐκ ἔσται πρῶτον τὸ ἐπ’ ἔλαττον ὂν τοῦ ἐπὶ πλέον ὄντος ἐν τῇ συνθέσει τῶν εἰλημμένων. | |
10 | ἐπειδὴ δ’ ἡ διαφορὰ καθ’ αὑτὴν λαμβανομένη οὐ δοκεῖ ἐν τῷ τί ἐστι κατη‐ γορεῖσθαι, διὰ τοῦτο συντιθεμένην αὐτὴν τῷ τεμνομένῳ ἕν τι εἶπε γίνεσθαι καὶ οὕτως ὡς ἐν τῷ τί ἐστι κατηγορεῖσθαι τῷ ἓν τοῦτο γίνεσθαι γένος τοῦ μετ’ αὐτὸ καὶ πάλιν διαιρεῖσθαι. διὸ χρήσιμος ἡ διαίρεσις τὴν τάξιν ταύτην δεικνῦσα· ἀεὶ γὰρ τὸ διαιρούμενον τοῦ ἐκ τῆς διαιρέσεως γινομένου πρῶτον | |
15 | ληφθήσεται. | |
16n | p. 96b34 Ἢ ὅ τι δήποτέ ἐστι τὸ ἓν γινόμενον, ἀναγκαῖον διελό‐ | |
17n | μενον αἰτεῖσθαι. ἔτι πρὸς τὸ μηδὲν παραλιπεῖν τῶν ἐν τῷ τί ἐστιν. | |
18 | Ἀντὶ τοῦ ‘ἀνάγκη πρῶτον διελόμενον αἰτεῖσθαι καὶ λαμβάνειν ἐκ τῆς διαιρέσεως τὸ ἐν τῷ τί ἐστι κατηγορούμενον τοῦ προκειμένου‘· τὸ γὰρ | |
20 | μὴ δι’ ἀποδείξεως λαμβάνειν αἰτεῖσθαι λέγει. | |
21n | p. 96b36 Ὅταν γὰρ τὸ πρῶτον ληφθῇ γένος. | |
22 | Δείξας, ὅτι πρὸς τὴν τάξιν τῶν ἐν τῷ ὁρισμῷ λαμβανομένων ἑκάστου χρήσιμος ἡ διαίρεσις, καὶ πρὸς τὸ μηδέν φησι παραλειφθῆναι τῶν ὀφει‐ λόντων ἐν τῷ ὁρισμῷ παραληφθῆναί τε καὶ τεθῆναι χρήσιμον εἶναι τὴν | |
25 | διαίρεσιν. κατὰ γὰρ τὰς οἰκείας καὶ προσεχεῖς ἑκάστῳ γένει διαφορὰς 〈εἰ〉 γίνεται ἡ διαίρεσις, οὐδὲν παραλειφθήσεται· οἰκεῖαι δὲ καὶ προσεχεῖς τῷ | |
διαιρουμένῳ γένει διαφοραὶ εἰς ἃς πᾶν τὸ ὑπὸ τὸ διαιρούμενον γένος | 583 | |
13,3584 | ἐμπίπτει· εἰ γὰρ μὴ αἱ προσεχεῖς αὐτῷ λαμβάνοιντο διαφοραί, πολλὰ ἂν παραλείποιτο. ἔδειξε δέ, τίνες οἰκεῖαι καὶ προσεχεῖς διαφοραὶ καὶ τίνες οὐκ οἰκεῖαι, δι’ ἃς καὶ παραλείπεταί τινα, διὰ τοῦ παραδείγματος. | |
4n | p. 97a2 Ὁμοίως δὲ καὶ τῶν ἄλλων ἑκάστου, καὶ τῶν ἔξω γενῶν | |
5n | καὶ τῶν ὑπ’ αὐτό, οἷον ὄρνιθος, εἰς ἣν πᾶς ὄρνις, καὶ ἰχθύος, | |
6n | εἰς ἣν πᾶς ἰχθύς. οὕτω μὲν οὖν βαδίζοντι ἔστιν εἰδέναι ὅτι | |
7n | οὐδὲν παραλέλειπται. | |
8 | Ἔξω γένη ἢ τὰ ἀνωτέρω καὶ κοινότερα αὐτοῦ τοῦ ζῴου, οὗ ἐμνη‐ μόνευσεν, ἢ ἔξω τὰ ἕτερα καὶ κεχωρισμένα τοῦ ζῴου καὶ τῆς οὐσίας, ὧν | |
10 | εἴη ἂν τὰ ὑπὸ τὰς ἄλλας κατηγορίας. ἢ τῶν ἔξω καὶ τῶν ὑφ’ αὑτά ἀντὶ τοῦ ‘τῶν μὴ ὑπαλλήλων ὄντων ἀλλὰ κεχωρισμένων‘· τοιαῦτα γὰρ ἥ τε ὄρνις καὶ ὁ ἰχθύς. | |
13n | p. 97a5 Ἄλλως δὲ καὶ παραλιπεῖν ἀναγκαῖον καὶ μὴ εἰδέναι. | |
14 | Εἴτε παραλέλειπται εἴτε μή. ἢ ‘οὐδ’ ὁρίζεσθαι δύναται οὐδ’ ἔχειν | |
15 | τὴν κατὰ τὸν ὁρισμὸν γνῶσιν‘. | |
16n | p. 97a6 Οὐδὲν δὲ δεῖ τὸν ὁριζόμενον καὶ διαιρούμενον. | |
17 | Σπευσίππου ταύτην τὴν δόξαν Εὔδημος εἶναι λέγει τὴν ὅτι ὁρίσασθαι ἀδύνατόν ἐστί τι τῶν ὄντων μὴ πάντα τὰ ὄντα εἰδότα. ἐπεὶ δὲ δοκεῖ πιθανότητά τινα εἰσφέρειν, τίθησιν αὐτήν. ἔστι γὰρ ὁ λόγος ὁ τοῦτο | |
20 | οἰόμενος δεικνύναι τοιοῦτος· δεῖ τὸν ὁριζόμενόν τι εἰδέναι τὴν πρὸς τὰ διαφέροντα αὐτοῦ πάντα διαφοράν· οὗ μὲν γὰρ μὴ διαφέρει τι, τούτῳ ταὐτόν ἐστιν, οὗ δὲ διαφέρει, ἕτερον. τὸν δὴ ὁριζόμενόν τι ὡς δια‐ φέρον τῶν ἄλλων δεῖ εἰδέναι αὐτοῦ τὰς διαφορὰς αἷς τῶν ἄλλων διαφέρει· μὴ γὰρ εἰδώς τις τοῦτο καὶ τὸ ταὐτὸν ἕτερον καὶ τὸ ἕτερον ταὐτὸν ἡγή‐ | |
25 | σεται. οὕτως δ’ οὐδ’ ἀποδώσει τὴν οἰκείαν τινὸς οὐσίαν· ἂν γὰρ οὕτω τύχῃ, οὐδὲν κωλύει τὸν ἀποδιδόμενον λόγον κοινὸν εἶναι καὶ ἄλλων τινῶν. ἀλλὰ μὴν ἀδύνατον τὴν πρός τινα διαφοράν τινος εἰδέναι μὴ εἰδότα κἀκεῖνα ὧν τὸ προκείμενον διαφέρει. δεῖ ἄρα πάντα εἰδέναι τὸν ὁριζόμενόν τι, | |
καὶ γὰρ καὶ τοῦτο 〈ὃ〉 ὁρίζεται ὁ ὁριζόμενος (πῶς γὰρ ἂν αὐτὸ ὁρίσαιτο;) | 584 | |
13,3585 | καὶ τἆλλα πάντα ὧν ὡς ἕτερον ὂν αὐτὸ ὁρίζεται. ὅτι δὲ μὴ ὑγιὴς ὁ λόγος οὗτος μηδ’ ἀνάγκη τὸν ὁριζόμενόν τι πάντα τὰ ὄντα εἰδέναι, δείκνυσι. | |
3n | p. 97a11 Πρῶτον μὲν οὖν τοῦτο ψεῦδος. | |
4 | Οὐκ εἴ τί τινος διαφέρει, ἕτερον τοῦτο εὐθὺς ἐκείνου· τὸ γὰρ ἕτερόν | |
5 | τινος οὐ κατὰ πᾶσαν διαφορὰν ἕτερον (πολλὰ γὰρ ὁμοειδῆ ὄντα ἀλλήλοις διαφέρει ἀλλήλων) καὶ οὐχ ὑγιὲς ἁπλῶς τὸ τὰ διαφέροντα ἀλλή‐ λων ἕτερα εἶναι, ἀλλὰ δεῖ προσκεῖσθαι τὸ κατ’ οὐσίαν. τὰ γὰρ κατ’ οὐσίαν καὶ διαφορὰν εἰδοποιὸν διαφέροντα ἕτερα, οὐ τὰ καθ’ ἡντιναοῦν· ἐπεὶ καὶ κατὰ τὰ συμβεβηκότα μυρίαι διαφοραὶ ἐν τοῖς ὁμοειδέσιν, ἀλλ’ | |
10 | οὐ διὰ τοῦτο ἕτερα ἀλλήλων〈· εἰ γὰρ ἕτερα ἀλλήλων〉, καὶ οἱ λόγοι αὐτῶν καὶ ἡ οὐσία ἕτερα. | |
12n | p. 97a14 Εἶτα ὅταν λάβῃ τὰ ἀντικείμενα καὶ τὰ ἑξῆς. | |
13 | Ὅτι μὴ πάντα ἀναγκαῖον εἰδέναι τὸν ὁριζόμενόν τι καὶ διαιρούμενον προσχρώμενον τῇ διαιρετικῇ. ὅταν γὰρ λάβῃ ἐν τῇ διαιρέσει τὰ ἀντι‐ | |
15 | κείμενα κατὰ τὰς διαφοράς, λάβῃ δ’ οὕτως τὰ ἀντικείμενα ὡς πᾶν ἐμπίπτειν τὸ ὑπὸ τὸ γένος τὸ διῃρημένον ἐν τῷ ἑτέρῳ τῶν ἀντιδιῃρημένων, γνώριμον δ’ ᾖ καὶ τὸ ζητούμενον ἐν ποτέρῳ, τοῦτο λήψεται, κἂν μὴ γνω‐ ρίζῃ πόσα καὶ τίνα ἐστὶ τὰ ὑπὸ τὰς ἀντιδιῃρημένας διαφοράς· οὐ γὰρ ἐκ τοῦ εἰδέναι, πόσα καὶ τίνα τὰ 〈λογικὰ καὶ τὰ〉 ἄλογά ἐστι, γνώριμον ὅτι ὁ ἄνθρωπος | |
20 | λογικός, ἀλλ’ ἐκ τοῦ εἰδέναι ἐν τίνι ἐστὶ τὸ εἶναι λογικόν. τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἄλλων διαφορῶν· ἂν γὰρ οὕτω προϊὼν κατὰ τὴν διαίρεσιν τὴν εἰς τὰ ἀντικείμενα γινομένην ἔλθῃ εἰς ταῦτα ὧν μηκέτι ἐστὶ διαφορά (τοιαῦτα δέ ἐστι τὰ ἄτομα εἴδη), δῆλον ὡς ὁρισμὸν ἐκ τῆς συνθέσεως τῶν διαφορῶν, ἐν αἷς ἔλαβεν εἶναι τὸ ζητούμενον, ἕξει οὐκ εἰδὼς τίνα καὶ πόσα | |
25 | ἐστὶ τὰ ὑπὸ τὰς ἀντικειμένας διαφοράς. | |
26n | p. 97a19 Τὸ δ’ ἅπαν ἐμπίπτειν εἰς τὴν διαίρεσιν, ἂν ᾖ ἀντι‐ | |
27n | κείμενα. | |
28 | Οὐ γὰρ ἐκ τοῦ εἰδέναι πάντα τὰ τῶν ζῴων γένη γνώριμον γίνεται τὸ ‘πᾶν ζῷον ἢ λογικὸν ἢ ἄλογον‘, ἀλλ’ ἐκ τοῦ εἰδέναι ὅτι μηδέν ἐστι τούτων | |
30 | μεταξύ. | |
31n | p. 97a21 Ἀνάγκη γὰρ ἅπαν ἐν θατέρῳ. | |
32 | Τοῦτο οὐκ ἀργῶς προσέθηκε· δύναται γὰρ ἄμεσος μὲν ἡ διαίρεσις | 585 |
13,3586 | γεγονέναι μὴ οἰκεία δὲ τῷ προκειμένῳ γένει· τὸ γὰρ ὁλόπτερον καὶ σχι‐ ζόπτερον εἰ καὶ ἄμεσα ἐπὶ ζῴου πτηνοῦ, ἀλλ’ οὐκέτι τῷ ζῴῳ συντεθέντα πάντα τὰ ζῷα περιλήψεται τῷ μὴ ζῴου οἰκεῖα εἶναι. | |
4n | p. 97a23 Εἰς δὲ τὸ κατασκευάζειν ὅρον διὰ τῶν διαιρέσεων καὶ | |
5n | τὰ ἑξῆς. | |
6 | Εἰπὼν ὅτι χρήσιμος ἡ διαιρετικὴ μέθοδος πρὸς τὴν τῶν ὁρισμῶν ἀπόδοσιν, εἰ καὶ μὴ πρὸς συλλογισμόν, νῦν λέγει τίνα χρὴ παραλαμβάνειν τε καὶ φυλάττειν τὸν βουλόμενον διὰ τῶν διαιρέσεων κατασκευάζειν ὁρισμόν. κατασκευάζειν δὲ ὅρον εἶπεν οὐ τὸ ἀποδεικνύναι· οὐδὲ γὰρ | |
10 | ἔστιν ἀποδεῖξαι ὅρον· οὐδὲ γὰρ πᾶν, εἴ τι κατασκευάζεται, τοῦτο καὶ ἀπο‐ δείκνυται. κατασκευάσαι οὖν τὸ εὑρεῖν τε καὶ συνθεῖναι καὶ ἀποδοῦναι εἶπε. τὸ δὲ διὰ τῶν διαιρέσεων προσέθηκεν· εἰσὶ γάρ τινες ἀποδεδο‐ μένοι ὅροι οὐκ ἐκ διαιρέσεως, ὡς οἱ τῶν πρώτων γενῶν· οὐ γὰρ οἷόν τε τοὺς τούτων λόγους ἐκ διαιρέσεως ἀποδοῦναι, εἴ γε καὶ αὐτοὶ ὅροι. τριῶν | |
15 | δέ, φησί, δεῖ στοχάζεσθαι τοὺς διὰ τῆς διαιρέσεως κατασκευάζοντάς τε καὶ ἀποδιδόντας τοὺς ὅρους, πρῶτον μὲν τοῦ λαβεῖν τὰ κατηγορούμενα ἐν τῷ τί ἐστι· ταῦτα δέ ἐστι τό τε γένος καὶ αἱ διαφοραί· δεύτερον τῆς τούτων τάξεως, τί πρῶτον καὶ τί δεύτερον, τρίτον ὅτι πάντα ταῦτα συντεθέντα ὁρισμός ἐστι τοῦ προκειμένου καὶ οὔτε ἐνδεῖ τι οὔτε περιττεύει. | |
20n | p. 97a35 Ὅτι δὲ πάντα ταῦτα. φανερόν. | |
21 | Ὅτι πάντα ταῦτα, τὰ εἰλημμένα τε οὕτως ὡς ἐν τῷ τί ἐστι κατη‐ γορεῖσθαι καὶ τεταγμένα οὕτως ὡς τὰ πρῶτα τοῖς μετὰ ταῦτα ἕπεσθαι, ὁρισμός ἐστι τοῦ προκειμένου. | |
24n | p. 97a37 Τοῦ δὲ τελευταίου μηκέτι εἶναι διαφοράν. | |
25 | Τὸ μὲν πρῶτον ῥηθὲν ἁρμόζει ἐπὶ μόνων τῶν ἀτόμων εἰδῶν· ταῦτα γὰρ οὐκέτι διαφοραῖς διαιρεῖται· ἀδιάφορα γὰρ κατ’ εἶδος. τὸ δὲ δεύτερον ῥηθὲν κοινότερόν ἐστιν· οὐ γὰρ μόνον ἐπὶ τῶν ἀτόμων εἰδῶν ἁρμόζει ἀλλὰ καὶ ἐπὶ τῶν ὁριστῶν γενῶν. εἰ γὰρ καὶ ὅτι μάλιστα εἴη τις τῶν εἰλημ‐ μένων καὶ συντεθειμένων τῷ πρώτῳ γένει διαφορὰ διαιρετική, ἀλλ’ οὖν, ἂν | |
30 | ᾖ ὃ βουλόμεθα ὁρίσασθαι καὶ ὁ ἀποδεδομένος λόγος ταὐτὸν τῷ εἴδει, οὐκέτι | |
διελοῦμεν. | 586 | |
13,3587(1n) | p. 97b2 Ἢ γὰρ γένος ἢ διαφορὰ ἂν εἴη. | |
2 | Ὅτι οὐδέτερον τούτων λείπει τῷ πάντα κατὰ τὴν συνέχειαν τῆς τῶν γενῶν διαιρέσεως εἰλῆφθαι. τό τε γὰρ πρῶτον γένος ἦν, καὶ τοῦτο μετὰ τῶν διαφορῶν συλλαμβανόμενον μέχρι τῆς τελευταίας ἐποίει γένη· δεῖ γὰρ | |
5 | τὸ διαιρούμενον διαιρεῖσθαι ὡς γένος· διὸ γένος μὲν οὐ λείπει. ἀλλὰ μὴν οὐδὲ διαφορά τις· πᾶσαι γὰρ κατὰ τάξιν εἰσὶν εἰλημμέναι ὡς μηδεμίαν ἡμᾶς ὑπερβεβηκέναι. ἀλλὰ μὴν οὐδὲ ὑστέρα τις ὀφείλουσα προστεθῆναι παρεῖται· οὐ γὰρ ἂν ἔτι ἦν ταὐτὸν κατ’ εἶδος τό τε ὁριστὸν καὶ ὁ ὅρος, εἰ ἔλειπέ τις διαφορά, ἀλλ’ ἦν ἂν ὁ ἀποδεδομένος λόγος γένους τινὸς τοῦ | |
10 | ὁριστοῦ, οὐκ αὐτοῦ τούτου ὃ ὁριζόμεθα. τὸ γένος δὲ τοῦ οἰκείου εἴδους ἕτερον καὶ διαφέρον τῷ εἴδει· ὧν γὰρ διαφέροντες οἱ ὁρισμοί, ταῦτα τῷ εἴδει ἕτερα· ἔκειτο δ’ ἡμῖν μηδὲν κατ’ εἶδος ὁ ἀποδεδομένος λόγος διαφέρειν τοῦ ὃ ὁριζόμεθα. | |
14n | p. 97b7 Ζητεῖν δὲ δεῖ ἐπιβλέποντα. | |
15 | Εἰπὼν διὰ μέσου περὶ τῆς διαιρετικῆς μεθόδου καὶ δείξας τὸ ἀπ’ αὐτῆς πρὸς τοὺς ὁρισμοὺς χρήσιμον ἐπάνεισι πρὸς τὰ πρότερον εἰρημένα· ἦν δὲ ὅτι ἐκ τοῦ ὁρισμοῦ τῶν ὑπὸ τὸ γένος ἀτόμων εἰδῶν δεῖ τὸν τοῦ γένους ὁρισμὸν λαμβάνειν· εἶπε γὰρ “τοῖς γὰρ συντιθεμένοις ἐκ τῶν ἀτό‐ μων τὰ συμβαίνοντα ἐκ τῶν ὁρισμῶν ἔσται δῆλα”. ἐκείνοις γὰρ συνάπτει | |
20 | ταῦτα καὶ δείκνυσι πῶς τῷ προειρημένῳ τρόπῳ χρώμενοι πρὸς τοὺς τῶν κοινῶν ὁρισμοὺς καὶ τὰ γενῶν μὲν φαντασίαν ἔχοντα οὐκ ὄντα δὲ γένη γνωρίζειν οἷοί τ’ ἐσόμεθα. ἔστι γάρ τινα, ἃ διὰ τὸ κοινοῦ τινος ὀνόματος τετυχηκέναι δοκεῖ εἶναι ὁμογενῆ ὄντα ὁμώνυμα, ὥσπερ τὸ ὂν κοινὸν μὲν ὄνομα, οὐκέτι δὲ καὶ πρᾶγμα· ὁμοίως καὶ τὸ ἀγαθόν. οὐ δεῖ δὴ ὡς | |
25 | γένος τι τούτων τὸν ὁριζόμενον λαμβάνειν. ὅπως οὖν τοῦτο δυνησόμεθα φυλάσσεσθαι, διὰ τούτων διδάσκει, καὶ πῶς εὑρήσομεν τὸν τῶν γενῶν ὁρι‐ σμὸν ἀπὸ τῶν εἰδῶν. ὃ καὶ ἐν τοῖς ἐπάνω φθάνει εἰρηκέναι· κάτωθεν γὰρ ἀρχομένη ἡ εὕρεσις τῶν ὁρισμῶν, καθὰ ὑπογράφει. | |
29n | p. 97b24 Εἰ δὲ μηδέν, εἴδη δύο ἂν εἴη τῆς μεγαλοψυχίας. | |
30 | Τοῦτο εἶπεν οὐχ ὡς εἴδη γένους λαμβάνων (οὕτως γὰρ ἂν καὶ ἡ | |
μεγαλοψυχία γένος ἦν εἴδη ἔχουσα δύο), ἀλλ’ ὅτι ὁμώνυμος ἡ μεγαλοψυχία. | 587 | |
13,3588(1n) | p. 97b26 Αἰεὶ δ’ ἐστὶ πᾶς ὅρος καθόλου. | |
2 | Ἀφορίσας, ὅσα παρακολουθεῖ τοῖς ὁρισμοῖς, καὶ ὧν δεῖ στοχάζεσθαι τοὺς ὁριζομένους λέγει. | |
4n | p. 97b28 Διὸ δεῖ ἀπὸ τῶν καθ’ ἕκαστα ἐπὶ τὰ καθόλου μετα‐ | |
5n | βαίνειν. | |
6 | Καθ’ ἕκαστα λέγει οὐ τὸ τὶ καὶ τὸ ὄντως ἄτομον (μαχόμενα γὰρ ἂν λέγοι τοῖς προειρημένοις) ἀλλὰ τὸ ἄτομον εἶδος· τοῦτο γὰρ ἐν τοῖς ὁριστοῖς τὸ καθ’ ἕκαστον· ὡς γὰρ ὁριστὸν καὶ καθ’ ἕκαστον, οὐχ ἁπλῶς. ὃ καὶ αὐτὸς ἐδήλωσε διὰ τοῦ εἰπεῖν ἢ ἐν τοῖς ἀδιαφόροις· τὰ γὰρ μηκέτι | |
10 | εἰς εἴδη διαιρούμενα ἀδιάφορα κατὰ τὰς κυρίως διαφοράς. ῥᾷον δ’ ὁρίσα‐ σθαι τὸ ἄτομον εἶδος, ὅτι τὰ καθ’ ὧν τοῦτο κατηγορεῖται φανερώτερά εἰσι τῶν εἰδῶν ὧν τὸ γένος κατηγορεῖται. ἀπὸ δὲ τῆς τῶν ὑποκειμένων κοι‐ νότητος καὶ ταυτότητος ἐδείχθη ἀθροιζόμενος ὁ ὁρισμὸς τῶν κατηγορου‐ μένων. εἰ δὴ γνωριμώτεροι οἱ τῶν εἰδῶν ὁρισμοὶ ἢ οἱ τῶν γενῶν, ἀπὸ τῶν | |
15 | εἰδῶν χρὴ μεταβαίνειν ἐπὶ τὸν τῶν γενῶν ὁρισμὸν καθ’ ὃν εἴρηται τρόπον, οὐκ ἄνωθεν διαιρουμένους ἀλλὰ κάτωθεν συντιθέντας. | |
17n | p. 97b29 Καὶ γὰρ αἱ ὁμωνυμίαι λανθάνουσι μᾶλλον. | |
18 | Τῷ γὰρ φανερώτερα εἶναι τὰ τοῖς ἀτόμοις εἴδεσιν ὑποκείμενα ῥᾳδία γνωσθῆναι ἡ κατὰ ταῦτα ὁμωνυμία. εἰ τοίνυν δεῖ μὲν ὁριζομένους φυλάτ‐ | |
20 | τεσθαι τὰς ὁμωνυμίας, εὐφυλακτότεραι δ’ ἐν τοῖς εἴδεσι, καὶ διὰ τοῦτο ἄρα ἀπὸ τῶν εἰδῶν χρὴ τὴν ἀρχὴν τῶν ὁρισμῶν ποιεῖσθαι. | |
22n | p. 97b31 Ὥσπερ δὲ ἐν ταῖς ἀποδείξεσι. | |
23 | Ὅτι ὥσπερ ἐν ταῖς ἀποδείξεσι πάντως προηγεῖται τὸ συλλογίσα‐ σθαι (οὐ γὰρ οἷόν τε ἀπόδειξιν ἀσυλλόγιστον εἶναι), οὕτω καὶ ἐν τοῖς ὁρι‐ | |
25 | σμοῖς δεῖ εἶναι τὸ σαφές· οὐ γάρ ἐστιν ὁρισμὸς ὁ μὴ σαφὴς λόγος, εἴ γε | |
ἐπαγγέλλεται ὁ ὁρισμὸς γνώριμον ποιῆσαι τὸ ζητούμενον. | 588 | |
13,3589(1n) | p. 97b35 Καὶ οὕτως ἐπὶ τὸ κοινὸν βαδίζειν. | |
2 | Ὅτι οὐ δεῖ πειρᾶσθαι ὁμωνύμου τινὸς ὁρισμὸν ἀποδιδόναι. ἐπὶ τού‐ τοις λέγει πρὸς σαφήνειαν συντελεῖν καὶ τὸ διὰ κυρίων ὀνομάτων τοὺς ὁρι‐ σμοὺς ἀποδιδόναι καὶ μὴ χρῆσθαι μεταφοραῖς μηδὲ τροπικοῖς ὀνόμασιν· | |
5 | ἀσαφείας γὰρ αἴτια τὰ τοιαῦτα ἐπὶ πλείονα ἐφαρμόζεσθαι δυνάμενα. δια‐ λέγεσθαι δέ φησι τὸ διαλεκτικῶς ὁμιλεῖν. | |
7n | p. 98a1 Πρὸς δὲ τὸ ἔχειν τὰ προβλήματα. | |
8 | Παραδίδωσιν ἡμῖν διὰ τούτων μέθοδον δι’ ἧς εὐπορεῖν δυνησόμεθα εἰς τὸ λέγειν τὰ προβλήματα. λέγειν δὲ προβλήματά ἐστι τό τε συντι‐ | |
10 | θέναι αὐτὰ δύνασθαι καὶ προβάλλειν καὶ τὸ τὰς αἰτίας αὐτῶν ἀποδιδόναι, ἐφ’ οὗ καὶ νῦν τῷ λέγειν αὐτὸς κέχρηται, ἐπὶ γὰρ τοῦ λέγειν τὰς αἰτίας τῶν ζητουμένων, ὡς καὶ προϊὼν δηλώσει· λέγει. γὰρ προβλήματα ἐν οἷς ζητεῖται τὸ διὰ τί [ἢ] δι’ οὗ παραδίδωσι τρόπου. † ἢ ὁ ἅμα ἀμφότερα δεικνύμενα, καὶ ἡ εὕρεσις τῶν προβλημάτων καὶ ἡ εὕρεσις τῆς αἰτίας. | |
15 | ἔστι δ’ αὐτῷ πολλὰ βιβλία τοιούτων προβλημάτων. πῶς οὖν εὐπορήσομεν τοῦ τὴν αἰτίαν ἐν τοῖς προβαλλομένοις ἀποδιδόναι, ὑπογράφει· οὐ γὰρ περὶ ὁρισμῶν ἐστιν ἃ λέγει νῦν, ὡς ᾠήθησάν τινες. | |
18n | p. 98a13 Νῦν μὲν οὖν κατὰ τὰ παραδεδομένα κοινὰ ὀνόματα. | |
19 | Φησὶ μὴ μόνον ἐπὶ τῶν κοινὸν καὶ ἕν τι ἐχόντων ὄνομα κατηγορού‐ | |
20 | μενον χρήσιμον εἶναι τὴν προειρημένην ἐκλογὴν πρὸς τὴν τῆς ἐν τοῖς προβλήμασιν αἰτίας ἀπόδοσιν, ἀλλὰ καὶ ἐφ’ ὧν οὐκ ἔστι μὲν ἓν καὶ ταὐ‐ τὸν τὸ κοινόν, κατ’ ἀναλογίαν δὲ τὴν ταυτότητα ἔχει. τὰ γὰρ διαφέροντα καὶ ἐν διαφέρουσιν ὄντα ὅταν τὴν αὐτὴν ἀναλογίαν ἔχῃ, πάντα τὰ ἐν οἷς ἐστι κοινά πως καὶ αὐτὰ γίνεται, οὐχ ἁπλῶς ἀλλὰ κατὰ ἀναλογίαν. οὐδὲ | |
25 | γὰρ κοινὸν ἓν ἐπὶ τῶν ἐχόντων σήπιον καὶ ὀστοῦν καὶ ἄκανθαν, ὥσπερ ἐπὶ τῶν κέρατα ἐχόντων ἓν ἦν τὸ κερασφόρον, ἀλλ’ ἀναλογίᾳ τὸ ἓν ἐπ’ αὐτῶν λαμβάνεται· ὃν γὰρ λόγον ἔχει τὸ ὀστοῦν ἐν τοῖς τῶν ζῴων ὑπόποσι, τοῦτον ἐν μὲν ἰχθύσιν ἄκανθα, ἐν δὲ σηπίαις τὸ σήπιον· ἕκα‐ στον γὰρ αὐτῶν ἐν ἑκάστῳ τῶν ἐν οἷς ἐστιν ἔρεισμά τί ἐστι. | |
30n | p. 98a24 Τὰ δ’ αὐτὰ προβλήματά ἐστι τὰ μὲν τῷ τὸ αὐτὸ μέσον | |
31n | ἔχειν. | |
32 | Ποῖα τὰ αὐτὰ προβλήματα, ὅτι ἢ ὧν τὸ αὐτὸ αἴτιον καὶ μέσον ἐστί, | 589 |
13,3590 | καὶ τοῦτο ἢ τῷ γένει μόνῳ ταὐτόν ἐστιν ἢ καὶ τῷ γένει καὶ τῷ εἴδει ταὐτόν ἐστιν, ἢ ὧν τὸ αἴτιον ὑπὸ τὸ ἕτερον αἴτιόν ἐστι, τουτέστι τὸ τοῦ ἑτέρου αἴτιον ὑπὸ τὸ τοῦ ἑτέρου αἴτιόν ἐστι. τίθησι δ’ ἑξῆς καὶ τὸ κατὰ ἀναλογίαν. διὰ τούτων δὲ διδάσκει ἡμᾶς, πῶς γνωσόμεθα | |
5 | ὅσα ταὐτὰ ὄντα ἀλλήλοις προβλήματα μὴ δοκεῖ διὰ τὸ ἐπὶ διαφόρου ὕλης ἐρωτᾶσθαι, ὡς δύνασθαι πρὸς ἓν αὐτῶν εὐπορήσαντας τῆς αἰτίας ἔχειν καὶ περὶ τῶν ἄλλων ὁμοίως λέγειν. καὶ Θεόφραστος δὲ ἐπραγματεύ‐ σατο περὶ τὴν συναγωγὴν τῶν ὁμοίων προβλημάτων. ἀλλ’ ἐκεῖνος μὲν ἱστορεῖ ἐν ἐκείνοις τίνα ὅμοια ἀλλήλοις ἐστὶ τῶν προβλημάτων· Ἀριστο‐ | |
10 | τέλης δὲ νῦν διδάσκει τίνι κρινοῦμεν τὰ ταὐτὰ ἀλλήλοις προβλήματα. λέγει δὴ διχῶς ταὐτὰ εἶναι ἀλλήλοις· ἢ τῷ τὸ αὐτὸ μέσον ἔχειν, οἷον ὅτι πάντα ἀντιπερίστασις. ἔστι δὲ [εἰ] ἐπὶ τῶν τοιούτων προ‐ βλημάτων κοινὸν μέσον ἡ τοῦ θερμοῦ ἀντιπερίστασις, οἷον διὰ τί χειμῶ‐ νος μᾶλλον πέττομεν; διὰ τί καθεύδοντες πυκνὸν ἀναπνέομεν; διὰ τί αἱ | |
15 | πηγαὶ τοῦ χειμῶνος θερμότεραι; πάντων γὰρ τούτων αἴτιον τὸ αὐτό, ἡ τοῦ θερμοῦ ἀντιπερίστασις, ὃ καὶ μέσος ὅρος ἐστί. καὶ τούτων πάλιν τῶν διὰ τὸ τὸν αὐτὸν μέσον ἔχειν τῶν αὐτῶν ὄντων ὑποδιαίρεσιν ποιεῖταί τινα πρὸ τοῦ τὸν δεύτερον εἰπεῖν τρόπον, καθ’ ὃν καὶ αὐτὸν τὰ αὐτὰ ἀλλήλοις προβλήματα γίνεται· τῶν γὰρ τὸ αὐτὸ αἴτιόν τε καὶ μέσον ἐχόντων τὰ | |
20 | μὲν τῷ γένει ταὐτά ἐστιν, οὐ μὴν τῷ εἴδει, τὰ δὲ πρὸς τῷ γένει καὶ τῷ εἴδει ταὐτά ἐστι. | |
22n | p. 98a35 Περὶ δ’ αἰτίου καὶ οὗ αἴτιον ἀπορήσειεν ἄν τις. | |
23 | Ἤδη μὲν περὶ τοῦ συνυπάρχειν τὰ αἴτια τοῖς αἰτιατοῖς εἶπεν· ἔδειξε γὰρ τῶν μὲν ὄντων ὄντα, τῶν δὲ γεγονότων γεγονότα, τῶν δ’ ἐσο‐ | |
25 | μένων ἐσόμενα καὶ τῶν γινομένων γινόμενα τὰ αἴτια. νῦν δὲ ἀπορίαν τινὰ κινεῖ τοιαύτην περὶ αὐτοῦ τούτου· κεῖται καὶ δέδεικται ὅτι τὸ αἴτιον μέσος ὅρος ἐστὶν ἐν ἀποδείξει· ἀλλὰ μὴν καὶ τοῦτο ὡμολόγηται, ὅτι ὄντος τοῦ μέσου πᾶσα ἀνάγκη καὶ τὸ συμπέρασμα εἶναι, ὥστ’ ὄντος τοῦ αἰτίου καὶ τὸ αἰτιατόν, ὅπερ ἐστὶ τὸ συμπέρασμα, ἀναγκαῖον εἶναι. τούτου κει‐ | |
30 | μένου ζητεῖ εἰ ἀντιστρέφει, ὡς καὶ τοῦ αἰτιατοῦ ὄντος, ὅπερ ἦν τὸ συμ‐ | |
πέρασμα, ἐξ ἀνάγκης καὶ τὸ αἴτιον εἶναι, ὃ ἦν μέσον. ἔστι δὲ ἡ λύσις | 590 | |
13,3591 | ὅτι, εἰ μὲν μὴ συνυπάρχει τῷ αἰτιατῷ ὄντι τὸ τεθὲν αὐτοῦ καὶ ληφθὲν αἴτιον, ἄλλο ἂν αὐτοῦ καὶ οὐκ ἐκεῖνο αἴτιον εἴη· δεῖ γὰρ ὄντος τοῦ αἰτια‐ τοῦ εἶναι τὸ αἴτιον δι’ ὃ τοῦτό ἐστιν· εἰ δὲ συνυπάρχοι, κύκλῳ ἡ δεῖξις ἔσται, καὶ ἔσται τὸ αὐτὸ ποτὲ μὲν αἴτιον ποτὲ δὲ αἰτιατόν. | |
5n | p. 98b16 Εἰ δὲ μὴ ἐνδέχεται αἴτια εἶναι ἀλλήλων. | |
6 | Ὅτι εἰ μὴ ἐνδέχεται αἴτια εἶναι ἀλλήλων (τὸ γὰρ αἴτιον πρότερόν ἐστιν οὗ ἐστιν αἴτιον, εἰ καὶ μὴ τῷ χρόνῳ, ἀλλὰ τῇ ἐπι‐ νοίᾳ) καὶ τοῦ μὲν ἐκλείπειν τὴν σελήνην αἴτιον ὁμολογεῖται τὸ ἐν μέσῳ εἶναι τὴν γῆν, τοῦ δ’ ἐν μέσῳ εἶναι τὴν γῆν οὐκ αἴτιον | |
10 | τὸ ἐκλείπειν, καὶ εἰ ἡ μὲν διὰ τοῦ αἰτίου ἀπόδειξις τοῦ διὰ τί, ἡ δὲ μὴ διὰ τοῦ αἰτίου τοῦ ὅτι, δῆλον ὅτι ἡ ἑτέρα δεῖξις ἡ τὸ αἴτιον συνάγουσα οὐ δι’ αἰτίου γίνεται· ὅτι γὰρ ἐν μέσῳ ἐστὶν ἡ γῆ, οἶδε διὰ τῆς ἐκλείψεως, διότι δέ, οὔ. ὥστε οὐ δι’ ἀλλήλων ἀποδείκνυνται· ἡ γὰρ ἀπόδειξις δι’ αἰτίου. | |
15 | Ταῦτα εἰπὼν καὶ λύσας τὴν δοκοῦσαν ἐπιφέρεσθαι ἀπορίαν κειμένου τοῦ συνυπάρχειν τῷ αἰτιατῷ τὸ αἴτιον, ἔδειξεν ἐξ ἑτοίμου εἰληφέναι τὸ λαβεῖν ἕπεσθαι μὲν τῷ αἰτίῳ τὸ αἰτιατόν, εἰ δὲ μὴ καὶ τῷ αἰτιατῷ ἕποιτο καὶ συνυπάρχοι τὸ αἴτιον, ἄλλο ἔσεσθαι αὐτοῦ αἴτιον καὶ μὴ τὸ κείμενον 〈τῷ〉 τό τε αἰτιατὸν καὶ τὸ συμπέρασμα ἐπὶ μέσῳ τινὶ καὶ αἰτίῳ | |
20 | πάντως εἶναι. ὃ οὖν ἐδύνατο ἐπενεχθῆναι τῇ δείξει ἐκείνῃ, τοῦτο ὑποφέ‐ ρει καὶ πειρᾶται λέγειν ἢ ἐνδέχεται ἑνὸς πλείω αἴτια εἶναι; ἂν γὰρ ἐνδέχηται τοῦτο, ἐξ ἀνάγκης ἀντιστρέφει τῷ αἰτιατῷ τὸ αἴτιον ᾧ τε‐ θέντι εἵπετο. πάντως μὲν γὰρ αἰτίῳ τινὶ ἀντιστρέφει τὸ αἰτιατόν, οὐ μὴν πάντως τῷδε δι’ οὗ ἐδείχθη, εἰ οἷόν τε τοῦ αὐτοῦ πλείω αἴτια εἶναι. | |
25 | ἑκάστῳ μὲν γὰρ τῶν αἰτίων μέσῳ ληφθέντι ἐξ ἀνάγκης ἀκολουθήσει τὸ συμπέρασμά τε καὶ τὸ αἰτιατόν, οὐ μήν, εἰ τὸ συμπέρασμα καὶ τὸ αἰτια‐ τόν ἐστιν, ἐξ ἀνάγκης ἤδη καὶ τόδε τὸ αἴτιον ἔσται, τῷ δύνασθαι καὶ | |
ἄλλο αἴτιον εἶναι αὐτοῦ, εἴ γε πλείω τοῦ αὐτοῦ αἴτια. [ἀπορήσας δὲ μή‐ | 591 | |
13,3592 | ποτ’ ἄρα ἐνδέχεται τοῦ αὐτοῦ πλείω αἴτια εἶναι, ἑξῆς τίθησι πῶς δυνα‐ τὸν τὸ αὐτὸ κατὰ διαφόρους αἰτίας ὑπάρχειν πλείοσι, διὰ τούτου δεικνὺς καὶ συνιστὰς ὅτι τοῦ αὐτοῦ πλείω αἴτια οἷόν τε λέγειν εἶναι.] | |
4n | p. 98b19 Εἰ οὖν ἡ μὲν διὰ τοῦ αἰτίου ἀπόδειξις τοῦ διὰ τί. | |
5 | Εἰ τὸ μέν, δι’ οὗτινος τὸ εἶναι καὶ ἡ οὐσία γνωρίζεται, αἴτιον, τὸ δὲ μὴ οὕτως ἔχον οὐκ αἴτιον, τούτων δὲ τὸ μὲν ἕτερον διὰ τοῦ ἑτέρου γνωρίζεται, οὐκέτι δὲ καὶ ἀνάπαλιν, οὐκ ἂν ὡς αἴτια ἀλλήλων εἶεν ἀντιστρέ‐ φοντα. | |
9n | p. 98b23 Ἢ ἐνδέχεται ἑνὸς πλείω αἴτια εἶναι; | |
10 | Ἀπορήσας μήποτε ἐνδέχεται τοῦ αὐτοῦ πλείω αἴτια εἶναι, δηλονότι κατὰ τὸν αὐτὸν τρόπον τοῦ αἰτίου, τίθησι πῶς δύναται τὸ αὐτὸ κατὰ πλείους αἰτίας ὑπάρχειν πλείοσι, διὰ τούτου δεικνὺς καὶ συνιστὰς ὅτι τοῦ αὐτοῦ πλείω αἴτια οἷόν τε λέγειν εἶναι· εἰ γὰρ τοῦ τὸ αὐτὸ πλείοσιν ὑπάρχειν πλείους αἰτίαι εἰσί, καὶ τοῦ αὐτοῦ πλείω αἴτια οἷόν τε εἶναι. καὶ ὅτι μὴ | |
15 | τῷ αὐτῷ τὸ αὐτὸ διὰ πλειόνων αἴτιον ὑπάρχειν οἷόν τε, δείκνυσι. λαμ‐ βάνει δὲ εἰς τὴν ἀναίρεσιν αὐτοῦ ὅτι ἀεὶ τὸ πρόβλημα καθόλου ἐστίν· οὐ γὰρ τοῦ τῷδε ὑπάρχειν τι ἡ αἰτία ἐν τοῖς προβλήμασι ζητεῖται ἀλλὰ τοῦ τοῖσδε καθόλου ὑπάρχειν καὶ οἷόν τε ὑπάρχειν. ὁ γὰρ τὴν αἰτίαν ζητῶν τοῦ τὸ ζῷον, καθὸ ζῷόν ἐστιν, ὑπάρχειν τισὶ κοινήν τινα αἰτίαν ζητεῖ, | |
20 | καθ’ ἣν πᾶσιν, οἷς ὑπάρχει, ὑπάρχει· δεῖ γὰρ τὸ αἴτιον καὶ οὗ αἴτιον, τοῦτο δ’ ἐστὶ τὸ αἰτιατόν, καθόλου ἄμφω ὑπάρχειν τινί, ᾧ ὑπάρχει τε καὶ ᾧ ἐστιν οἷά τε ὑπάρχειν. καὶ διὰ τοῦτο πρῶτον μὲν καὶ καθ’ αὑτὸ ὑπάρχει τῷ κοινῷ τε καὶ τῷ γένει, εἰ γένος τι εἴη ὁμοίως ἑκατέρου αὐτῶν, ἔπειτα διὰ τὴν αὐτὴν αἰτίαν καὶ τοῖς εἴδεσι πᾶσιν αὐτοῦ, 〈εἰ εἴη〉 εἴδη ἐφ’ ὧν | |
25 | τὸ αἰτιατὸν καὶ τὸ αἴτιόν τε καὶ μέσον ἀντιστρέφει. δείξας δ’ ἐφ’ ὧν τὸ αἰτιατόν, ἐπὶ τούτων πάντων καὶ τὸ αἴτιον, ἀνεῖλε τὸ δύνασθαι τοῦ αὐτοῦ πλείω αἴτια εἶναι κατὰ τὸν εἰρημένον τρόπον. εἰ γὰρ ἄλλο μὲν εἴη αἴτιον τοῦ τὸ Α τῷ Δ ὑπάρχειν, οἷον τὸ Β, ὡς ἔλαβεν, ἄλλο δὲ πάλιν τοῦ τῷ Ε τὸ Α ὑπάρχειν, οἷον τὸ Γ, οὐκ ἐφ’ ὧν τὸ Α κατηγορεῖται, ὅπερ ἐστὶ | |
30 | τὸ αἰτιατόν, ἐπὶ τούτων καθόλου καὶ τὸ αἴτιον κατηγορηθήσεται. οὕτως | 592 |
13,3593 | δ’ οὐδ’ αἴτιον ἔσται τὸ ἀποδεδομένον τοῦ ἐν τῷ προβλήματι ζητου‐ μένου. | |
3n | p. 99a1 Πότερον δ’ ἐνδέχεται μὴ τὸ αὐτὸ αἴτιον εἶναι. | |
4 | Δείξας ὅτι τὸ αὐτὸ τῷ αὐτῷ οὐχ οἷόν τε διὰ πλειόνων ὑπάρχειν | |
5 | αἰτίων (τὸ γὰρ καθόλου ᾧ πρώτῳ ὑπάρχει, δι’ ἑνὸς αἰτίου ὑπάρχει· δι’ οὗ δὲ τούτῳ, διὰ τούτου καὶ ἑκάστῳ τῶν ὑπὸ τοῦτο) νῦν ὃ παρέθετο παρά‐ δειγμα, πρὸς τὸ δύνασθαι τὸ αὐτὸ πλείοσί τισιν ὑπάρχειν διὰ διαφόρων αἰτίων ζητεῖ πῶς ἔχει καὶ εἰ οἷόν τε τοῦτο. οἷον εἰ τὸ ζῷον δι’ ἄλλου μὲν μέσου ἀνθρώπῳ, δι’ ἄλλου δ’ ἀετῷ δείκνυται ὑπάρχον· τοῦ γὰρ τὸ | |
10 | ζῷον ὑπάρχειν οἷς ὑπάρχει δόξει πλείω εἶναι τὰ αἴτια· τοῖς μὲν γὰρ τὸ πτηνόν, τοῖς δὲ τὸ πεζόν, τοῖς δὲ τὸ ἔνυδρον. λύων δὴ τοῦτο καὶ τὸ διττὸν τοῦ αἰτίου ἐνδεικνύμενος (οὐ γὰρ πάντως τὸ τοῦ συμπεράσματος αἴτιον καὶ τοῦ πράγματός ἐστιν αἴτιον) τοῦτο δὴ δεικνὺς λέγει ὅτι, εἰ μὲν καθ’ αὑτὸ ἀποδέδεικται, τουτέστιν εἰ διὰ τοῦ αἰτίου, ὃ τοῦ πράγματός | |
15 | ἐστιν αἴτιον, ἡ δεῖξις εἴη γινομένη, τὸ αὐτὸ αἴτιον ἀνάγκη ἐπὶ πάντων λαμβάνεσθαι οἷς δείκνυται τὸ αὐτὸ ὑπάρχον. οὗ τὴν αἰτίαν παρέθετο, ἣν ἔδειξεν ἤδη, εἰπὼν ‘ὁρισμὸς γὰρ τοῦ ἄκρου ἐστὶ τοῦ κατηγορουμένου καὶ τοῖς πλείοσιν ὑπάρχοντος ἡ αἰτία δι’ ἧς δείκνυται, καὶ οὗτος ὁ μέσος ὅροσ‘· ἡ γὰρ τοιαύτη αἰτία κατὰ κοινόν τι καὶ ταὐτὸν τοῖς πλείοσιν ὑπάρχει. εἰ | |
20 | δὲ μὴ εἴη ἀποδεικνύμενον διὰ τοῦ αἰτίου ἀλλὰ διὰ σημείου ἢ διὰ συμβεβη‐ κότος μέσου λαμβανομένου, ἐνδέχεται ἄλλῳ δι’ ἄλλου τὸ αὐτὸ ὑπάρχον δείκνυσθαι. | |
23n | p. 99a2 Ἢ εἰ μὲν καθ’ αὑτὸ ἀποδέδεικται καὶ μὴ κατὰ | |
24n | σημεῖον. | |
25 | Τὸ μὲν σημεῖον ἀεὶ τῷ πράγματι παρακολουθεῖ· τὸ δὲ συμβεβηκὸς | |
δύναται καὶ ἔξωθεν 〈εἶναι〉. | 593 | |
13,3594(1n) | p. 99a6 Εἰ δὲ μή, ὁμοίως ἕξει τὸ μέσον· εἰ μὲν ὁμώνυμα. | |
2 | Εἰ δὲ μὴ καθ’ αὑτὸ εἴη ἀποδεικνύμενον μηδὲ διὰ τῶν καθ’ αὑτὸ ὑπαρχόντων, ὁμοίως ἕξει τὸ μέσον, ὡς ἂν ἔχῃ καὶ τὸ οὗ ἡ αἰτία ζητεῖται. τοῦτο δὲ προσέθηκεν, ἐπειδὴ ἔδειξεν ὅτι καὶ τὸ αἴτιον δύναται | |
5 | μὴ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκὸς ἢ σημεῖον λαμβάνεσθαι καὶ τὸ οὗ αἴτιον καὶ τὸ ᾧ. εἰπὼν δ’, ὅτι μὴ δοκεῖ τὰ τοιαῦτα προβλήματα, προσέθηκε τὸ εἰ δὲ μή, ἀντὶ τοῦ ‘εἰ δὲ καὶ ταῦτα ζητοῖτο ὡς προβλήματα‘, ὁμοίως ἕξει τὸ μέσον, κἂν μὲν ὁμώνυμον ᾖ τὸ αἰτιατόν, τοιοῦτον ἔσται καὶ τὸ αἴτιον, ἂν δὲ ὡς ἐν τῷ γένει, καὶ τὸ αἴτιον τοιοῦτον· | |
10 | ὁμοίως καὶ εἰ κατὰ ἀναλογίαν. | |
11n | p. 99a16 Ἔχει δ’ οὕτω τὸ παρακολουθεῖν τὸ αἴτιον ἀλλήλοις. | |
12 | Τὸ μὲν ἔχει δ’ οὕτω τὸ παρακολουθεῖν εἶπεν ἀντὶ τοῦ ἔχει δὲ οὕτω περὶ τὸ παρακολουθεῖν‘. τῷ δὲ παρακολουθεῖν ἀντὶ τοῦ ἀντι‐ στρέφειν κέχρηται. τὸ δὲ κατάλληλον τῆς λέξεως τοιοῦτον· ἔχει δὲ | |
15 | οὕτω τὸ παρακολουθεῖν ἀλλήλοις τὸ αἴτιον καὶ οὗ αἴτιον καὶ ᾧ αἴτιον. ἔστι δὲ τὸ μὲν ᾧ αἴτιον τὸ ὑποκείμενον, τὸ δὲ οὗ αἴτιον τὸ τούτῳ ὑπάρχον. λέγει δὲ ταῦτα περὶ τῶν ἐν ταῖς ἀποδείξεσιν αἰτίων. εἰπὼν δ’ ἐν τοῖς πρὸ τούτου ὅτι τὸ τοῦ πράγματος ἀλλὰ μὴ τὸ τοῦ συμπεράσματος αἴτιον καὶ τὸ οὗ αἴτιον ἀντακολουθεῖ ἀλλήλοις τῷ | |
20 | εἶναι τὸ αἴτιον ὁρισμὸν τοῦ αἰτιατοῦ (φθάνει τε γὰρ ἐν τοῖς ἔμπροσθεν εἰρηκὼς τοῦτο, καὶ νῦν δ’ ἐρεῖ· τούτῳ γὰρ κέχρηται πρὸς τὴν δεῖξιν τοῦ μὴ δύνασθαι τὸ αὐτὸ πλείοσι δι’ αἰτίας διαφόρους ὑπάρχον δείκνυσθαι ἀποδεικτικῶς) χρησάμενος δὲ καὶ τῷ καθόλου τινὸς τό τε αἴτιον καὶ τὸ αἰτιατὸν κατηγορεῖσθαι, νῦν λέγει πότε καὶ τὸ οὗ τό τε αἰτιατὸν καὶ τὸ | |
25 | αἴτιον καθ’ αὑτὸ κατηγορεῖται ἀντιστρέφει ἐκείνοις, τῷ τε αἰτίῳ καὶ τῷ αἰτιατῷ· τοὺς γὰρ ὅρους ἀντιστρέφειν, ἐφ’ ὧν καὶ ἡ κύκλῳ δεῖξις γίνεται. | |
27n | p. 99a18 Καθ’ ἕκαστον μὲν λαμβάνοντι τὸ οὗ αἴτιον. | |
28 | Ὅτι ἀντακολουθεῖ καὶ ἀντιστρέφει τὸ αἴτιον καὶ τὸ οὗ αἴτιον καὶ τὸ | |
ᾧ αἴτιον, ὅ ἐστιν ὁ ὑποκείμενος ὅρος, οὐκ ἀεί, ἀλλ’ εἰ μὲν καθ’ ἕκαστον | 594 | |
13,3595 | εἶδος λαμβάνοιμεν τὸν ὑποκείμενον ὅρον, οὗ τὴν αἰτίαν τοῦ ὑπάρχειν τι αὐτῷ ζητοῦμεν, ἐπὶ πλέον ἔσται τὸ οὗ τῆς ὑπάρξεως τὸ αἴτιον ζητοῦμεν, τουτέστιν ὁ κατηγορούμενος ὅρος ἐν τῷ προβλήματι. εἰ δὲ πάντα ληφθείη τὰ οἷς ὑπάρχει τὸ κατηγορούμενον, ἐπ’ ἴσης ἔσται ὅ τε ὑποκείμενος ὅρος | |
5 | καὶ ὁ κατηγορούμενος, καὶ τὸ μέσον τε καὶ αἴτιον ὁμοίως ἕξει. ὡς γὰρ ἔχει τὸ κατηγορούμενον πρὸς τὸ ὑποκείμενον, οὕτω καὶ τὸ αἴτιον· ὁρισμὸς γὰρ τὸ αἴτιον δέδεικται τοῦ κατηγορουμένου. πρῶτον δὲ μέσον φησὶ τὸ προσεχὲς αἴτιον τῷ κατηγορουμένῳ, οὗ μηκέτι ἄλλο μέσον ἐστίν, ὃ καὶ αὐτὸ πρῶτον ἄκρον εἶπεν. | |
10n | p. 99a21 Ἔστι δὲ τὸ μέσον τὸ πρῶτον λόγος τοῦ πρώτου ἄκρου. | |
11 | Διὰ τοῦτο καὶ πᾶσαι αἱ ἐπιστῆμαι δι’ ὁρισμοῦ γίνονται· πᾶσαι γὰρ ἀποδεικνύουσι τὰ κατ’ αὐτάς· αἱ δ’ ἀποδείξεις διὰ τοῦ αἰτίου· τὸ δ’ αἴτιον λόγος καὶ ὁρισμὸς τοῦ πρώτου ἄκρου· τοῖς γὰρ τῶν πρώτων ὁρισμοῖς χρῶνται πρὸς τὰς τῶν μετὰ ταῦτα | |
15 | ἀποδείξεις. | |
16n | p. 99a23 Οἷον τὸ φυλλορροεῖν ἅμα ἀκολουθεῖ τῇ ἀμπέλῳ. | |
17 | Διδάσκει πῶς τὸ πρῶτον μέσον τοῦ πρώτου ἄκρου ὁρισμός ἐστι καὶ διὰ τί προσέθηκε τῷ μέσῳ τὸ πρῶτον. τοῖς γὰρ φυλλορροοῦσι πᾶσι τὸ φυλλορροεῖν διὰ δύο μέσων ὑπάρχον δείκνυται, διά τε τοῦ πλατυφύλλου | |
20 | καὶ διὰ τοῦ πήγνυσθαι τὸ ὑγρόν. καὶ ἔστι προσεχὲς τῷ μὲν ὑποκειμένῳ μέσον τὸ πλατύφυλλον, ὃ ἐπὶ θάτερον πρῶτον μέσον εἶπε, τῷ δὲ κατη‐ γορουμένῳ, τῷ φυλλορροεῖν, ἡ πῆξις τοῦ ὑγροῦ, ὅπερ καὶ ὁρισμός ἐστι τοῦ κατηγορουμένου καὶ πρῶτον μέσον ὡς ἐγγύτερον τῆς κατηγορίας καὶ αἰτία καὶ ὁρισμὸς αὐτοῦ ὄν. κάτωθεν δ’ ἀρχομένῳ ἀπὸ τοῦ ὑποκειμένου | |
25 | πρῶτον μέσον τὸ κοινὸν ἐπὶ πάντων τῶν τοιούτων· τοῦτο δ’ ἐστὶ τὸ πλατύφυλλον· τοῦτο γὰρ δηλοῖ τὸ ὁποῖά ἐστι τὰ φυλλορροοῦντα. τούτου δὲ πάλιν τοῦ κοινοῦ καὶ τοῦ φυλλορροεῖν μέσον τὸ πήγνυσθαι τὸ ὑγρόν, ὃ | |
αἰτία ἐστὶ καὶ ὁρισμὸς τοῦ φυλλορροεῖν. | 595 | |
13,3596(1n) | p. 99a30 Ἐπὶ δὲ τῶν σχημάτων ὧδε ἀποδώσει. | |
2 | Εἶπε μὲν περὶ τῆς τῶν ὅρων ἀκολουθήσεως τῆς ἐν ταῖς ἀποδείξεσι καὶ τῶν ὅρων καθόλου, ἐν οἷς τὸ πρὸ τοῦ πράγματος αἴτιον λαμβάνεται, ὃ καὶ ὁρισμὸς ἦν τοῦ ἐν τῷ προβλήματι κατηγορουμένου. καὶ τίνες μὲν | |
5 | ἀντιστρέφουσι τῶν ὑποκειμένων τῷ τε αἰτίῳ καὶ τῷ αἰτιατῷ δείξας, τίνες δ’ οὔ, τὸ αὐτὸ τοῦτο δείκνυσιν ἐπὶ ὅρων τε καὶ συλλογισμῶν τῇ ἐκθέσει τῶν ὅρων γνωριμώτερον καὶ πιστότερον ποιῶν τὸ δεδειγμένον. | |
8n | p. 99a35 Ἅπαντα δὲ ἀντιστρέφει καὶ παρεκτείνει. | |
9 | Τουτέστι τοῦτο γὰρ νῦν λέγω καθόλου. τοῦ γὰρ καθόλου | |
10 | κατηγορουμένου τὸ μὲν ἐπ’ ἴσης ἐστίν, ὃ καὶ ἀντιστρέφει· καὶ εἶπε πρῶτον δὲ καθόλου ᾧ ἕκαστον μὲν οὐκ ἀντιστρέφει, ἅπαντα δ’ ἀντιστρέφει· τοῦτο δ’ ἐστὶν ὃ μὴ διὰ μέσου τινὸς ἀλλὰ πρῶτον κατηγορεῖται· τὸ δὲ μὴ ἐπ’ ἴσης καθ’ αὑτὸ μέν, οὐ μὴν πρώτως ἀλλὰ διὰ μέσου. | |
15n | p. 99a36 Δεῖ ἄρα τὸ Α ἐπὶ πλέον τοῦ Β παρεκτείνειν. | |
16 | Τουτέστιν εἰ δὲ ἐπὶ πλέον τὸ Α τοῦ Β κατηγορεῖται, οὐκέτι ἂν εἴη τοῦτο αἴτιον αὐτοῦ· τί γὰρ μᾶλλον τοῦτο ἢ ἄλλο τι δι’ οὗ καὶ αὐτοῦ τοῦ Δ κατηγορεῖται καὶ ἄλλων τινῶν παρὰ τὰ ὧν τὸ Β κατηγορεῖται; καὶ πῶς τοῦτο ἔχει, ἑξῆς δείκνυσιν. | |
20n | p. 99a37 Εἰ δὴ πᾶσιν ὑπάρχει τοῖς Ε τὸ Α. | |
21 | Ὃ λέγει τοιοῦτόν ἐστιν· εἰ τὸ Α μὴ μόνον τοῖς Δ πᾶσιν ὑπάρχει, οἷς ὑπάρχον ἐδείχθη διὰ τοῦ Β, ἀλλὰ καὶ τοῖς Ε, ἔσται πάντα τὰ Ε ἄλλα τοῦ Β, δηλονότι οὐχ ὑπὸ τὸ Β· τὸ γὰρ Β κατὰ μόνων τῶν Δ κατηγορεῖται. εἰ γὰρ μὴ ἔξω πίπτει τοῦ Β τὰ Ε, οὐκέτ’ ἂν ἐπὶ πλέον | |
25 | εἴη τὸ Α εἰλημμένον τῶν τε Ε καὶ τῶν Δ, εἰ εἴη ταὐτὰ τὰ Ε τοῖς Δ ὄντα πάντα ὑπὸ τὸ Β. ὃ ἔδειξεν εἰπὼν εἰ γὰρ μή, πῶς ἔσται | |
εἰπεῖν ὅτι ᾧ τὸ Ε, τὸ Α παντί, ᾧ δὲ τὸ Α, οὐ παντὶ τὸ Ε; | 596 | |
13,3597 | οὕτως γὰρ γίνεται ἐπὶ πλέον τὸ Α τοῦ Ε, ἐὰν τῷ μὲν Ε τὸ Α παντί, μηκέτι δὲ καὶ ἀντιστρέφει· τοῦτο δὲ ἔσται, ἂν πλείοσιν αὐτὸ ὑπάρχον 〈ᾖ〉 ἢ τὸ Β. ἂν γὰρ μόνων ὧν τὸ Ε κατηγορεῖται, ἐπ’ ἴσης ἔσται τὸ Α τοῖς ὧν κατηγορεῖται ὄντων ὑπὸ τὸ Β· ὥστε καὶ τῷ Α τὸ Ε παντί. | |
5 | ὁμοίως καὶ ἐπὶ τοῦ Δ. εἰπὼν δὲ τοῦτο καὶ δείξας ὅτι μὴ ὑπὸ τὸ Β τὸ Ε ἔσται, ἐπιφέρει· διὰ τί γὰρ οὐκ ἔσται τι αἴτιον, οἷον τὸ Α τῷ Δ; ὃ ἴσον ἐστὶ τῷ ‘διὰ τί γὰρ οὐκ ἔσται τι τοῦ καὶ τὸ Α τοῖς Ε ὑπάρχειν αἴτιον, ὥσπερ καὶ τοῦ τοῖς Δ ὑπάρχειν αὐτὸ αἴτιον ἦν, τὸ γὰρ Β;‘. τοῦτο δὲ λέγει ἐξηγούμενος ὃ εἶπε καὶ τὴν αἰτίαν ἀποδιδοὺς | |
10 | τοῦ εἰ δὲ μή, τί μᾶλλον αἴτιον ἔσται τοῦτο ἐκείνου; εἰ γὰρ καὶ τοῖς Ε τὸ Α ὑπάρχει ἄλλοις οὖσι τῶν Δ, καὶ τούτοις δι’ αἰτίου τινὸς ὑπάρξει. τὸ γὰρ οἷον τὸ Α τῷ Δ εἶπεν ἀντὶ τοῦ ‘ὁποῖον καὶ ὅτε τὸ Α τοῖς Δ ὑπάρχειν ἐδείκνυτο‘· ὑπάρχειν γὰρ ἐδείκνυτο διὰ μέσου τοῦ Β. ᾧ ἐπήνεγκεν ἅμα ἄρα καὶ τὰ Ε ἔσται τι ἕν. ὁμοίως ἄρα καὶ τὰ Ε | |
15 | ἔσται τι ἕν, τουτέστιν ὑφ’ ἕν τι καὶ ἓν κατὰ παντὸς αὐτῶν κατηγορούμενον ἔσται, ὡς ἦν τὰ Δ ὑπὸ τὸ Β. εἰ δή ἐστι τὰ Ε ὑπό τι ἕν, τοῦτο αὖ ἐπισκεψώμεθα. κἂν εὕρωμεν ὅ τι ποτέ ἐστιν ἐκεῖνο 〈ὃ〉 πάλιν αἴτιον τοῦ τὸ Α τοῖς Ε ὑπάρχειν, ἔστω τὸ Γ τοῦτο, ὃ πᾶσι τοῖς Ε ὑπάρχει, αὐτῷ δὲ παντὶ τὸ Α. | |
20n | p. 99b4 Ἐνδέχεται δὴ τοῦ αὐτοῦ πλείω αἴτια εἶναι. | |
21 | Δείξας, ὅτι ἐπὶ πλέον λεγομένου τοῦ κατηγορουμένου οὐκ ἀδύνατον ἐν συλλογισμῷ διὰ πλειόνων αἰτίων τε καὶ μέσων συνάγεσθαι τὸ αὐτὸ τοῖς διαφόροις κατ’ εἶδος ὑπάρχον, ἐπιφέρει ὅτι ἐνδέχεται τοῦ αὐτοῦ αἴτια πλείω εἶναι, ἀλλ’ οὐ τοῖς αὐτοῖς τῷ εἴδει· δι’ ἄλλου γὰρ αἰτίου | |
25 | ἡ οὐσία ζῴῳ καὶ δι’ ἄλλου λίθῳ. τοῦτο δ’ ἐπὶ μὲν τῶν ἐν συλλογισμῷ αἰτίων τοῦ συμπεράσματος, ἐφ’ ὧν νῦν ποιεῖται τὸν λόγον, οἷόν τε· εἶπε γὰρ ‘ἂν διὰ συμβεβηκότων καὶ σημείων ὁ συλλογισμὸς γένηται‘. ἐπὶ δὲ τῶν ἀποδείξεων καὶ τῶν δι’ αἰτίου συλλογισμῶν οὐχ οἷόν τε ὂν ἐδείχθη· | |
ἦν γὰρ τὸ τοιοῦτον αἴτιον ὁρισμὸς τοῦ κατηγορουμένου, ὃς καὶ τοῖς κατ’ | 597 | |
13,3598 | εἶδος διαφέρουσιν ὁ αὐτὸς αἴτιος τοῦ τὸ γένος αὐτοῖς ὑπάρχειν· καὶ γὰρ ἵππῳ καὶ ἀνθρώπῳ τὸ ζῷον διὰ τοῦ αἰσθητικοῦ ἀποδεικτικῶς. | |
3n | p. 99b5 Τὰ μὲν τετράποδα τῷ μὴ ἔχειν χολήν. | |
4 | Ἔσται οὖν τὸ μακρόβιον πλεοναχῶς λεγόμενον. ὧν γὰρ τῆς ὑπάρξεως | |
5 | αἴτια πλείω, ταῦτα πλεοναχῶς λέγεται, εἴ γε τὸ αἴτιον ὁρισμός ἐστι τοῦ αἰτιατοῦ· οὗ γὰρ πλείω αἴτια, τούτου καὶ λόγοι πλείους, οὐχ ὡς ταὐτοῦ δηλωτικοί· οὗ δὲ λόγοι πλείους οὕτως, τοῦτο τῶν πλεοναχῶς λεγομένων. | |
8n | p. 99b7 Εἰ δὲ εἰς τὸ ἄτομον μὴ εὐθὺς ἔρχονται. | |
9 | Τὰ γὰρ μέσα αἴτια ὡς ἐν συλλογισμῷ. οὕτως δὲ καὶ πλείους ἔσονται | |
10 | συλλογισμοί, καὶ ἕξει ταύτην τὴν τάξιν τὰ μέσα πρὸς ἄλληλα, ἣν εἶχεν, ὅτε δι’ ἑνὸς ἐδείκνυτο μέσου τὸ συμπέρασμα, τὸ μέσον πρὸς τὸ κατη‐ γορούμενον· τὰ γὰρ ἐπάνω τῶν μέσων τε καὶ αἰτίων κατηγορουμένων τάξιν ἔχει καὶ ἐπὶ πλέον δυνάμενα λέγεσθαι, οἷον οὐσία, ἔμψυχον, αἰ‐ σθητικόν, πεζόν, λογικόν, ἄνθρωπος. | |
15n | p. 99b9 Πότερον δ’ αἴτιον τῶν μέσων τὸ πρὸς τὸ καθόλου | |
16n | πρῶτον. | |
17 | Ὅτι ὧν συμπερασμάτων πλείω ἐστὶ τὰ μέσα, τὸ ἐγγύτατον ἑκάστῳ αἴτιον τοῦ τὸ καθόλου αὐτῷ ὑπάρχειν. εἰπὼν γὰρ ἐφ’ ὧν πλείω τὰ μέσα, ὅτι καὶ τὰ αἴτια πλείω, ὅσα γὰρ τὰ μέσα, ζητεῖ ἑξῆς, ὧν συμπερα‐ | |
20 | σμάτων πλείω ἐστὶ τὰ μέσα, πότερον αὐτῶν ἐστι μᾶλλον αἴτιον τὸ πρὸς τὸ καθόλου πρῶτον, τουτέστι τὸν πρῶτον κατηγορούμενον ὅρον, καθ’ οὗ ληφθὲν τὸ πρῶτον κατηγορούμενον τὴν πρώτην καθόλου πρότασιν ποιεῖ, ἢ τὸ πρὸς τὸ ἔσχατον καὶ ὑποκείμενον, ὃ ἄτομον εἶπεν, ἤτοι ὡς ἀληθῶς ὂν ἄτομον ἢ εἶδος ἄτομον. τὸ δὲ τοῖς καθ’ ἕκαστα λέγοι ἂν | |
25 | ἀντὶ τοῦ ‘τοῦ τὸ πρῶτον καθόλου ὑπάρχειν τοῖς καθ’ ἕκαστα‘. φησὶ δ’ ὅτι τὸ ἐγγύτατον ἑκάστῳ αἴτιον τοῦ τὸ καθόλου αὐτῷ ὑπάρχειν, καὶ προσ‐ τίθησι τὴν αἰτίαν· τοῦ γὰρ τὸ πρῶτον (λέγων πρῶτον ὃ εἶπεν ἄτομον καὶ ἔσχατον ὑποκείμενον) τοῦ δὴ τοῦτο ὑπὸ τὸν πρῶτον ὅρον καὶ καθόλου | |
εἶναι τὸ προσεχὲς αὐτῷ μέσον αἴτιον. τῷ γὰρ Δ τὸ Γ αἴτιον τοῦ τὸ | 598 | |
13,3599 | Β αὐτῷ ὑπάρχειν, δι’ ὃ καὶ τὸ Α αὐτῷ ὑπάρχει. διὸ τοῦ μὲν τῷ Δ τὸ Α ὑπάρχειν τὸ Γ αἴτιον· τοῦτο γὰρ αὐτῷ προσεχές· τοῦ δὲ πάλιν τῷ Γ τὸ Α ὑπάρχειν τὸ Β· πάλιν γὰρ τῷ Γ τὸ Β προσεχές. τῷ δέ γε Β τὸ Α οὐκέτι δι’ ἄλλου μέσου, εἰ ἄμεσον εἴη. τοῦτο γὰρ εἶπε διὰ τοῦ | |
5 | τούτῳ δὲ [τὸ] αὐτό· εἰ γάρ ἐστιν ὁρισμὸς αὐτοῦ, οὐκέτι ἂν αὐτῷ δι’ ἄλλου μέσου ὑπάρχοι. | |
7n | p. 99b15 Περὶ μὲν οὖν συλλογισμοῦ καὶ ἀποδείξεως. | |
8 | Τὸ ἀποδεικτικὸν τῇ ἐπιστήμῃ προσέθηκεν, ἐπεὶ κοινότερον ἐπιστήμη καὶ κατ’ ἄλλων κατηγορεῖται. οὐκέτι δὲ τῆς ὁριστικῆς πραγματείας, περὶ | |
10 | ἧς καὶ αὐτῆς ἐν τούτῳ τὸν λόγον πεποίηται, καὶ ἐμνημόνευσεν ἰδίᾳ, ἐπεὶ καὶ αὐτὴ πρὸς τὴν τῶν ἀποδείξεων γένεσίν τε καὶ σύστασιν συντελεῖ. περὶ γὰρ ὁρισμῶν προηγουμένως ἐν τῷ Ζ τῆς Μετὰ τὰ φυσικὰ λέγει· ἡ γὰρ κυριωτάτη ἀπόδειξις ἡ διὰ τοῦ διὰ τί δέδεικται διὰ τοῦ ὁρισμοῦ τοῦ κατηγορουμένου ἄκρου γινομένη. | |
15n | p. 99b17 Περὶ δὲ τῶν ἀρχῶν, πῶς τε γίνονται γνώριμοι. | |
16 | Ζητεῖ περὶ τῶν ἀρχῶν τῶν ἀποδεικτικῶν (αὗται δ’ εἰσὶν αἱ ἄμεσοι καὶ πρῶται προτάσεις), πῶς τε γίνονται γνώριμοι, ἐπεὶ μὴ διὰ ἀποδείξεως καὶ συλλογισμοῦ, καὶ τίς ἕξις ἢ δύναμις τῆς ψυχῆς ἐστιν ἡ γνωρίζουσα αὐτάς. | |
20n | p. 99b32 Ἀνάγκη ἄρα ἔχειν μέν τινα δύναμιν. | |
21 | Λύων τὴν ἀπορίαν τῷ μὲν ἐκ γενέσεως ἡμᾶς ἔχειν τὴν γνῶσιν τῶν ἀρχῶν ὡς ἀτόπῳ 〈οὐ〉 συγχωρεῖ, πῶς 〈δ’〉 ὕστερον αὐτὴν ἀναλαμβάνομεν, πειρᾶται λέγειν. καὶ ἐπεὶ ἀδύνατον μὴ προϋπαρχούσης τινὸς γνώσεως μάθησίν τινα γενέσθαι, ἄτοπον δὲ καὶ τὸ τῶν ἀρχῶν ἀεί τινας ἀρχὰς | |
25 | εἶναι μᾶλλον γνωρίμους τῶν μετ’ αὐτάς, πῶς καὶ ἐνυπαρχούσης τινὸς ἡμῖν γνώσεως ἡ τῶν ἀρχῶν ὕστερον ἐγγίνεται γνῶσις καὶ οὐκ ἐπ’ ἄπειρον τοῦτο πρόεισι, λέγει. ἀνάγκη γὰρ ἔχειν μέν τινα δύναμιν ἡμᾶς προϋπάρχουσαν τῆς τῶν ἀρχῶν γνώσεως, ἀφ’ ἧς ἡ γνῶσις ἡ τούτων γίνεται (ἀδύνατον γὰρ ἄλλως), μὴ τοιαύτην δ’ εἶναι ταύτην ἣ ἔσται | |
30 | τούτων τιμιωτέρα τῷ ἀκριβεστέρα εἶναι, ὥσπερ ἐστὶν ἡ τῶν ἀρχῶν | 599 |
13,3600 | τῆς ἐπιστήμης γνῶσις τιμιωτέρα τῶν 〈ὧν〉 μετ’ αὐτὴν καὶ δι’ ἐκείνων γίνεται γνῶσις. ἡ μὲν γὰρ τοιαύτη ἀρχή, δι’ ἧς τι δείκνυται, κυριωτέρα πρὸς γνῶσιν καὶ ἀκριβεστέρα τοῦ δι’ ἐκείνης γνωρίμου γινομένου· ἡ δ’ οὕτως οὖσα ἀρχὴ ὡς δύναμίς τις ὑποβεβλημένη καὶ ὕλης λόγον ἐπέχουσα | |
5 | πρὸς τὰ συνιστάμενα ἐξ αὐτῆς τε καὶ ἐπ’ αὐτῇ οὐκ ἔστιν ἀκριβεστέρα τοῦ ἐπ’ αὐτῇ γινομένου τε καὶ συνισταμένου οὐδὲ κατὰ τοῦτο τιμιωτέρα· οὐ γὰρ ἀκριβέστερον τὸ ἀτελὲς τοῦ τελείου, ὅτι μηδ’ ἡ ὕλη τοῦ εἴδους. | |
8n | p. 99b39 Ἐν οἷς δ’ ἔνεστιν αἰσθανομένοις ἔχειν ἔτι ἐν τῇ ψυχῇ. | |
9 | Ὅτι 〈ἔστιν〉 ἐν οἷς δύναμίς ἐστι τοῦ φυλάσσειν τε τὸ αἴσθημα καὶ μεμνῆ‐ | |
10 | σθαι καὶ ἔχειν τι ἐν τῇ ψυχῇ αἰσθομένοις μετὰ τὴν αἴσθησιν, ἔστι δ’ ἃ καὶ ὡς ἕν τι ἐν τῇ ψυχῇ φυλάσσειν οἷά τ’ ἐστὶ τὰ ἐκ τῶν πολλῶν καὶ ὁμοίως κατ’ αἴσθησιν ἐνεργὰ καὶ λογικά ἐστιν. ἐν οἷς γὰρ πλείων γνῶσις τοῦ κατὰ τὴν αἴσθησιν πάθους, τὰ μὲν ἐκ τῆς τῶν πλειόνων αἰσθητῶν μνήμης τε καὶ μονῆς λόγον κτᾶται, τὰ δ’ οὔ. κατὰ διαφορὰν γὰρ τῆς δεχομένης | |
15 | ψυχῆς τὸ αἴσθημα οἰκεία τις κατασκευὴ γίνεται ἐκ τῶν ἀπὸ τῶν αἰσθητῶν μνημῶν. ἐκ μὲν γὰρ τοῦ αἰσθήματος καὶ τῆς μονῆς τοῦ κατ’ ἐνέργειαν αἰσθητοῦ μνήμη τε καὶ φαντασία. ἔστι γὰρ ἡ φαντασία κίνησίς τις τῆς ψυχῆς ὑπὸ τοῦ ἀπὸ τῆς αἰσθήσεως μείναντος· οἷον γὰρ αἰσθητῷ ἐντὸς ὄντι τῷ ἐγκαταλείμματι τούτῳ, ὃ καὶ φανταστὸν καλεῖται, ἐπιβάλλουσα ἡ | |
20 | ψυχὴ ἡ φανταστικὴ ἀλλοιοῦταί πως, ὡς ἡ αἴσθησις τῷ αἰσθητῷ ὄντι ἐκτός. ᾧ ὅταν μὲν ὡς πρότερον ὁραθέντι καὶ ὡς ὁμοίως ἐπιβάλλει ὁμοίως, μέμνηται· ἡ δ’ ἕξις καὶ ἡ ἀντίληψις ἡ ὡς εἰκόνος αὐτοῦ καὶ ὁμοιώματος γινομένη μνήμη. εἰ δὲ μὴ ὡς τοιούτου μηδὲ συναναφέρει τὸ εἶναι αὐτὸ εἰκόνα καὶ ὁμοίωμα οὗ πρότερον ᾔσθετο, φαντασία τὸ | |
25 | τοιοῦτον, οὐκέτι δὲ καὶ μνήμη. | |
26n | p. 100a6 Ἐκ δὲ ἐμπειρίας ἠρεμήσαντος τοῦ καθόλου. | |
27 | Ἠρεμήσαντος τοῦ καθόλου ἀντὶ τοῦ ‘κατὰ ταὐτὸ καὶ ὡσαύτως αὐτοῦ μείναντός τε καὶ νοηθέντος καὶ μὴ ὡς ἐπὶ πολλὰ τὴν μετάβασιν ἔχοντος ἀλλ’ ὡς ἑνὸς μείναντος ἐν τῇ ψυχῇ‘. τί δ’ ἐστὶ τὸ καθόλου, | |
30 | ἐξηγησόμεθα· τὸ γὰρ ἓν ἐπὶ πᾶσι τοῖς καθ’ ἕκαστα καὶ πολλοῖς κατὰ τὴν | |
ὁμοιότητα καὶ ταυτότητα τὴν ἐν αὐτοῖς ληφθεῖσαν ἐν τῇ ψυχῇ, τοῦτό ἐστι | 600 | |
13,3601 | τὸ καθόλου. ὃ καθόλου τέχνης ἀρχὴ καὶ ἐπιστήμης γίνεται. ἡ μὲν γὰρ ἐμπειρία ἀπαγὴς ἔτι· ἡ δὲ καθόλου πρότασις πεπηγυῖά τε καὶ ἐπὶ ταὐτοῦ μένουσα καὶ ἐκ τῆς τῶν ὑπ’ αἴσθησίν τε καὶ μνήμην ἐλθόντων ὁμοιότητος καὶ τῆς ἐπὶ τούτοις ἐμπειρίας περίληψιν ὁμοίαν ποιουμένη καὶ | |
5 | τῶν ὁμοίων μὲν τούτοις οὐκ ἐληλυθότων δὲ εἰς αἴσθησιν ὡς † ἐν τῇ καὶ τούτοις πάντων ἐχόντων κατὰ τὴν ἀπὸ τοῦ ὁμοίου ἐπὶ τὸ ὅμοιον μετάβασιν. Περὶ γένεσιν μὲν οὖσα, τουτέστι περὶ γενητόν τε καὶ ποιητὸν οὖσα. ποιητὸν δ’ οὐχ ἁπλῶς ἀλλ’ ἡμῖν ποιητόν ἐστι τέχνης ἀρχή. | |
10 | Ἂν δὲ περὶ τὸ ὄν. ἤτοι λέγει περὶ ἀγένητον καὶ ἀίδιον καὶ οὐκ ἐν γενέσει τὴν ἐπιστήμην· ἐδείχθη γὰρ ὅτι αἱ ἐπιστῆμαι καὶ ἀποδείξεις περὶ ἀίδια. ἢ μᾶλλον ὂν ἂν λέγοι οὗ ὡς ὄντος ἡ ἀντίληψις ἐγένετο, οὐχ ὡς ὑφ’ ἡμῶν γινομένου· ἡ γὰρ ἀπὸ τοῦ τοιούτου ἐκ τῆς μνήμης τε καὶ ἐμπειρίας τοῦ καθόλου μονὴ ἐπιστήμης ἀρχή. καὶ γὰρ φυσικὴ ἐπιστήμη | |
15 | καίτοι περὶ τὰ κινούμενα οὖσα καὶ περὶ γένεσιν· ἁπλῶς γὰρ ἡ μὲν τέχνη περὶ τὸ ὑφ’ ἡμῶν γινόμενον, διὸ καὶ ἡ ἀρχὴ τοῦ εἶναι αὐτῇ ἐν ἡμῖν, ἡ δ’ ἐπιστήμη περὶ τὰ μὴ ὑφ’ ἡμῶν γινόμενα ἀλλ’ ὄντα. | |
18n | p. 100a13 Ἡ δὲ ψυχὴ ὑπάρχει τοιαύτη οὖσα οἵα δύνασθαι | |
19n | πάσχειν τοῦτο. | |
20 | Οὕτως καὶ ἐν τῇ ψυχῇ συμβαίνει τῇ λογικὴν τὴν δύναμιν ἐχούσῃ τῆς τοιαύτης ἐν αὐτῇ στάσεως. ἐκ γὰρ τῶν αἰσθητῶν παραρρεόντων καὶ ἄλλοτε ἄλλων γινομένων μνήμης γινομένης καὶ ἐμπειρίας ἐκ τῆς μνήμης, ἐπὶ ταύτῃ στάσις τοῦ ἐπὶ ταύτῃ τῇ ἐμπειρίᾳ καθόλου, ἔπειτα ἄλλου ὁμοίου, καὶ οὕτως ἐπὶ τὸ καθόλου καὶ τὴν ἀρχὴν ἡ ἀπὸ τῶν τοιούτων | |
25 | στάσεών τε καὶ περιλήψεων πρόοδος. τὸ δ’ ἕως ἐπ’ ἀρχὴν ἦλθεν ἤτοι ἐπὶ τῶν ἐν τῇ ψυχῇ νοουμένων τε καὶ ἀθροιζομένων εἶπεν· ἡ γὰρ ἐπὶ τοῖς αἰσθητοῖς 〈τοῦ〉 καθόλου συναίσθησίς τε καὶ σύστασις καὶ ἡ ἐπὶ τοῖς πρώτοις καθόλου λῆψις τῆς ἀρχῆς καὶ τοῦ πρώτου κοινοῦ λῆψις. ἢ ἀρχὴν καὶ ἐν τῷ στρατοπέδῳ εἶπε τὸν ἀθροισμὸν καὶ τὴν τάξιν τε καὶ τὴν | |
30 | ἄθροισιν καὶ τὴν παράταξιν τοῦ παντὸς στρατοπέδου. λέγει δ’ ἐπιτη‐ δειότητα καὶ δύναμιν τὴν ψυχὴν ἔχειν τοῦ δύνασθαι φυλάσσειν τὰ ἀπὸ | |
τῶν αἰσθητῶν πάθη. | 601 | |
13,3602(1n) | p. 100a14 Ὃ δ’ ἐλέχθη μὲν πάλαι. | |
2 | Ὅτε ἔλεγεν “ἐκ δ’ ἐμπειρίας ἠρεμήσαντος τοῦ καθόλου ἐν τῇ ψυχῇ”. | |
4n | p. 100a16 Καὶ γὰρ αἰσθάνεται μὲν τὸ καθ’ ἕκαστον. | |
5 | Λέγει τὴν αἴσθησιν μὲν αἰσθάνεσθαι ὧν ἂν αἰσθάνηται [καὶ] ἐπὶ τῶν καθ’ ἕκαστα· τῶν γὰρ ἐν τοῖς καθ’ ἕκαστα καὶ ἀτόμοις ἡ αἴσθησις αἰσθητική· ἡ δ’ ἀντίληψις αὐτὴ τοῦ καθόλου γίνεται. ὃ βουλόμενος δεῖξαι, πῶς γίνεται, παραδείγματι ἐχρήσατο τῷ ἀνθρώπῳ καὶ τῷ Καλλίᾳ, οὐχ ὡς τοῦ ἀνθρώπου καθὸ ἄνθρωπος ἢ τοῦ Καλλίου καθὸ Καλλίας ὄντος αἰσθητοῦ, | |
10 | ἀλλ’ ὃ λέγει διὰ τούτων ποιεῖ γνώριμον. ὡς γὰρ ὁ ἀνθρώπου ἔννοιαν ἔχων οὐχ ὡς Καλλίου τοῦ ἀνθρώπου ἤ τινος τῶν καθ’ ἕκαστα τὴν ἔννοιαν ἔχει ἀλλὰ τούτου ὃς κατὰ πάντων τῶν καθ’ ἕκαστα ἀνθρώπων κατηγο‐ ρεῖται κοινῶς, ὢν ἐν πᾶσιν αὐτοῖς, οὕτως ἡ ὄψις ἡ τοῦ ἐν τῇ χιόνι λευκοῦ αἰσθανομένη οὐχ ὡς χιόνος λευκῆς αἰσθάνεται ἀλλ’ ὡς λευκοῦ· ὃ λευκὸν | |
15 | κοινόν ἐστι τῇ χιόνι πρὸς τὰ λευκὰ πάντα· καὶ γὰρ ὁρᾷ τὸ ἐν αὐτῇ λευκόν, ἀλλ’ οὐχ ᾗ χιών. | |
17n | p. 100b2 Οἷον τοιονδὶ ζῷον. | |
18 | Τὸ μετὰ προσθήκης τινὸς λεγόμενον μεμερισμένον, οἷον ζῷον τοιονδί, τὸ δὲ χωρὶς προσθήκης ἀμερές, τουτέστιν οὐ διῃρημένον. | |
20n | p. 100b5 Ἐπεὶ δὲ τῶν περὶ τὴν διάνοιαν ἕξεων. | |
21 | Ὅτι οὐ τῇ διὰ ἀποδείξεως γνώσει ἡ αὐτή ἐστιν ἡ τῶν ἀρχῶν γνῶσις, καὶ ὅτι ὁ νοῦς ἐστιν ὁ τὰς ἀρχὰς γινώσκων τῆς ἐπιστήμης, καὶ ὅτι ὄντος τοῦ ἐν ἡμῖν νοῦ διττοῦ, τοῦ μὲν θεωρητικοῦ τοῦ δὲ πρακτικοῦ, καὶ ὄντος τοῦ μὲν πρακτικοῦ περὶ τὰ ἐνδεχόμενα καὶ ἄλλως ἔχειν τοῦ δὲ | |
25 | θεωρητικοῦ περὶ τὰ ἀίδια καὶ ἀεὶ ὁμοίως ἔχοντα, τοῦ μὲν πρακτικοῦ νοῦ δύναμις ἥ τε δοξαστικὴ καὶ ἡ λογιστική, τοῦ δὲ θεωρητικοῦ ἥ τε νοητικὴ καὶ ἡ ἐπιστημονική· ὧν αἱ μὲν τοῦ πρακτικοῦ οὐκ ἀεὶ ἀληθεύουσιν, αἱ δὲ τοῦ θεωρητικοῦ ἀεί. καὶ ὅτι δόξα ἐστὶν ὑπόληψις ἄνευ ἀποδείξεως, | |
διὸ καὶ ἀβέβαιος, καὶ λογισμὸς δὲ ἀπατᾶται πολλάκις τῷ μηδὲ τὴν ὕλην, | 602 | |
13,3603 | περὶ ἣν [καὶ] ἔστιν, ἀναδέχεσθαι τὴν ἀκριβῆ γνῶσιν· περὶ γὰρ τὰ ἐνδε‐ χόμενα, περὶ ὧν καὶ τὸ βούλεσθαι. αἱ γὰρ αἰσθήσεις ἄλλως ἀληθεῖς, οὐ κατὰ σύνθεσίν τινα· τοῦτο γὰρ ἴδιον τῆς λογικῆς ψυχῆς. | |
4n | p. 100b15 Καὶ ἡ μὲν ἀρχὴ τῆς ἀρχῆς εἴη ἄν. | |
5 | Εἰπὼν ἀρχὴν ἐπιστήμης εἶναι τὸν νοῦν, ἔχειν δὲ καὶ ἀρχὰς τῶν ἐπιστητῶν τὰς ἀμέσους προτάσεις, νῦν λέγει ὅτι ἡ μὲν ἀρχὴ τῆς ἐπιστήμης εἴη ἂν τῆς ἀρχῆς τῶν ἐπιστητῶν γνῶσις, ἡ δὲ πᾶσα ἐπιστήμη παντὸς τοῦ ἐπιστητοῦ· ὡς γὰρ ἡ ἀρχὴ πρὸς τὴν ἀρχήν, οὕτως τὸ πᾶν, οὗ ἡ ἀρχή, πρὸς τὸ πᾶν πρᾶγμα, οὗ τῆς ἀρχῆς ἦν ἡ τῆς ἐπιστήμης ἀρχὴ | |
10 | γνωστική τε καὶ θεωρητική. | 603 |